3
μηκέτι χαλέπαινε, ὦ Χάρων· πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. ἀλλὰ τί τοῦτο; δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας.
3
τί δʼ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην;
3
τίς δʼ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε;
3
τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων.
3
εἶθʼ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος;