Thesauros Literature satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata
4 ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυγών· ἀφʼ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρʼ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν· ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατʼ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδʼ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο. ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς, μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ, φησί, χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί· τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα. τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρʼ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταί σε ἡ Ἄτροπος. ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς· εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ· παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.
5 ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.
5 τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς;
5 εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει· σὺ δέ, ὦ Ἑρμῆ,συντίθει· σὺ δέ, ὦ Ἑρμῆ Jacobs: συντίθει, ὦ Ἑρμῆ· σὺ δὲ MSS. τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι;
5 ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων.
5 βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων.
5 βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme