Thesauros Literature satire Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος

Κατάπλους ἢ Τύραννος Lucian of Samosata
14 σὺ δὲ τίς εἶ;
14 ὁ σκυτοτόμος Μίκυλλος.
14 εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον; θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή.
14 ἄκουσον, ὦ βελτίστη Μοιρῶν· οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι πύματον ἐγὼ τὸν Οὖτιν κατέδομαι· ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν. ἄλλως τε οὐδʼ ὅμοια τἀμὰ τοῖς τῶν πλουσίων· ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν· ὁ μέν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο· οὐ γὰρ οἶδʼ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα· μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς. ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Ἅιδην φέρουσαν ὁδόν· ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθά σε καταλιπαρῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme