11
οὐδαμῶς, ἀλλʼ ἡ Μοῖρα διʼ ἡμῶν ἕκαστα ἐπιτελεῖ.
11
μανθάνω· ὑπηρέται καὶ διάκονοί τινες τῶν Μοιρῶν εἶναί φατε. πλὴν ἀλλὰ καὶ οὕτως ἐκεῖναι ἂν εἶεν αἱ προνοοῦσαι, ὑμεῖς δὲ ὥσπερ σκεύη τινὰ καὶ ἐργαλεῖά ἐστε αὐτῶν.
11
πῶς λέγεις;
11
ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην, οὐδεὶς δʼ ἂν εἴποι ὡς ταῦτα ὁ τεχνίτης ἐστίν, οὐδʼ ἡ ναῦς ἔργον τοῦ σκεπάρνου ἢ τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ· ἀνάλογον τοίνυν ἡ μὲν ναυπηγουμένη ἕκαστα ἡ Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν Μοιρῶν· καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρʼ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δʼ ἐφʼ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραίροντες· ἢ οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον· οὐ γὰρ οἶμαι δυνατὸν εἶναι οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου· ἡ γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτʼ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς Κλωθοῦς τὸ ἔργον.
12
σὺ δʼ ἤδη, ὦ Κυνίσκε, οὐδὲ τὰς Μοίρας τιμᾶσθαι πρὸς τῶν ἀνθρώπων ἀξιοῖς; ἀλλʼ ἔοικας ἅπαντα συγχεῖν προαιρεῖσθαι. ἡμεῖς δὲ εἰ καὶ μηδενὸς ἄλλου ἕνεκα, τοῦ γε μαντεύεσθαι καὶ προμηνύειν ἕκαστα τῶν ὑπὸ τῆς Μοίρας κεκυρωμένων δικαίως τιμῴμεθʼ ἄν.
12
τὸ μὲν ὅλον, ἄχρηστον, ὦ Ζεῦ, προειδέναι τὰ μέλλοντα οἷς γε τὸ φυλάξασθαι αὐτὰ παντελῶς ἀδύνατον· εἰ μὴ ἄραεἰ μὴ ἄρα Marcilius: εἰ μὴ παρὰ γ; ἐκτδς εἰ μὴ β. τοῦτο φής, ὡς ὁ προμαθὼν ὅτι ὑπʼ αἰχμῆς σιδηρᾶς τεθνήξεται δύναιτʼ ἂν ἐκφυγεῖν τὸν θάνατον καθείρξας ἑαυτόν; ἀλλʼ ἀδύνατον· ἐξάξειἐξάξει Jensius: ἐξάγει MSS. γὰρ αὐτὸν ἡ Μοῖρα κυνηγετήσοντα καὶ παραδώσει τῇ αἰχμῇ· καὶ ὁ Ἄδραστος ἐπὶ τὸν σῦν ἀφεὶς τὴν λόγχην ἐκείνου μὲν ἁμαρτήσεται, φονεύσει δὲ τὸν Κροίσου παῖδα, ὡς ἂν ἀπʼ ἰσχυρᾶς ἐμβολῆςἐμβολῆς Fritzsche: ἐντολῆς β; προστάγματος γ. τῶν Μοιρῶν φερομένου τοῦ ἀκοντίου ἐπὶ τὸν νεανίσκον.