Thesauros Literature satire Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος Lucian of Samosata
13 τὸ μὲν γὰρ τοῦ Λαΐου καὶ γελοῖον, τό· μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· εἰ γὰρ τεκνώσεις (φησὶ) παῖδʼ, ἀποκτενεῖ ς’ ὁ φύς. περιττὴ γάρ, οἶμαι, ἡ παραίνεσις πρὸς τὰ πάντως οὕτω γενησόμενα. τοιγάρτοι μετὰ τὸν χρησμὸν καὶ ἔσπειρεν καὶ ὁ φὺς ἀπέκτεινεν αὐτόν. ὥστε οὐχ ὁρῶ ἀνθʼ ὅτου ἀπαιτεῖτε τὸν μισθὸν ἐπὶ τῇ μαντικῇ.
14 ἐῶ γὰρ λέγειν ὡς λοξὰ καὶ ἐπαμφοτερίζοντα τοῖς πολλοῖς χρᾶν εἰώθατε, οὐ πάνυ ἀποσαφοῦντες εἰ ὁ τὸν Ἅλυν διαβὰς τὴν αὑτοῦ ἀρχὴν καταλύσει ἢ τὴν τοῦ Κύρου· ἄμφω γὰρ δύναται ὁ χρησμός.
14 ἦν τις, ὦ Κυνίσκε, τῷ Ἀπόλλωνι ὀργῆς αἰτία κατὰ τοῦ Κροίσου, διότι ἐπειρᾶτο ἐκεῖνος αὐτοῦ ἄρνεια κρέα καὶ χελώνην ἐς τὸ αὐτὸ ἕψων.
14 ἐχρῆν μὲν μηδὲ ὀργίζεσθαι θεὸν ὄντα· πλὴν ἀλλὰ καὶ τὸ ἐξαπατηθῆναι τῷ Λυδῷτῷ Λυδῷ Harmon: τῷ Λυδῷ ὑπο τοῦ χρησμοῦ MSS.: ὑπὸ τοῦ χρησμοῦ τῷ Λυδῷ Κ. Schwartz. ἐπέπρωτο, οἶμαι, καὶ ὅλωςὅλως Jacobitz: ἄλλως MSS. τὸ μὴ σαφῶς ἀκοῦσαι τὰ μέλλοντα ἡ Εἱμαρμένη ἐπέκλωσεν· ὥστε καὶ ἡ μαντικὴ ὑμῶν ἐκείνης μέρος ἐστίν.
15 ἡμῖν δὲ οὐδὲν ἀπολείπεις, ἀλλὰ μάτην θεοί ἐσμεν, οὔτε πρόνοιάν τινα εἰσφερόμενοι εἰς τὰ πράγματα οὔτε τῶν θυσιῶν ἄξιοι καθάπερ τρύπανα ὡς ἀληθῶς ἢ σκέπαρνα; καί μοι δοκεῖς εἰκότως μου καταφρονεῖν, ὅτι κεραυνόν, ὡς ὁρᾷς, διηγκυλημένος ἀνέχομαί σε τοσαῦτα καθʼ ἡμῶν διεξιόντα.
15 βάλλε, ὦ Ζεῦ, εἴ μοι καὶ κεραυνῷ πληγῆναι εἵμαρται, καὶ σὲ οὐδὲν αἰτιάσομαι τῆς πληγῆς, ἀλλὰ τὴν Κλωθὼ τὴν διὰ σοῦ τιτρώσκουσαν· οὐδὲ γὰρ τὸν κεραυνὸν αὐτὸν φαίην ἂν αἴτιον μοι γενέσθαι τοῦ τραύματος. πλὴν ἐκεῖνό γε ὑμᾶς ἐρήσομαι καὶ σὲ καὶ τὴν Εἱμαρμένην· σὺ δέ μοι καὶ ὑπὲρ ἐκείνης ἀπόκριναι· ἀνέμνησας γάρ με ἀπειλήσας.
16 τί δήποτε τοὺς ἱεροσύλους καὶ λῃστὰς ἀφέντες καὶ τοσούτους ὑβριστὰς καὶ βιαίους καὶ ἐπιόρκους δρῦν τινα πολλάκις κεραυνοῦτε ἢ λίθον ἢ νεὼς ἱστὸν οὐδὲν ἀδικούσης, ἐνίοτε δὲ χρηστόν τινα καὶ ὅσιον ὁδοιπόρον; τί σιωπᾷς, ὦ Ζεῦ; ἢ οὐδὲ τοῦτό με θέμις εἰδέναι;
16 οὐ γάρ, ὦ Κυνίσκε. σὺ δὲ πολυπράγμων τις εἶ καὶ οὐκ οἶδʼ ὅθεν ταῦτα ἥκεις μοι συμπεφορηκώς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme