Thesauros Literature satire Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος

Ζεὺς ἐλεγχόμενος Lucian of Samosata
16 οὐκοῦν μηδὲ ἐκεῖνο ὑμᾶς ἔρωμαι, σέ τε καὶ τὴν Πρόνοιαν καὶ τὴν Εἱμαρμένην, τί δήποτε Φωκίων μὲν ὁ χρηστὸς ἐν τοσαύτῃ πενίᾳ καὶ σπάνει τῶν ἀναγκαίων ἀπέθανε καὶ Ἀριστείδης πρὸ αὐτοῦ, Καλλίας δὲ καὶ Ἀλκιβιάδης, ἀκόλαστα μειράκια, ὑπερεπλούτουν καὶ Μειδίας ὁ ὑβριστὴς καὶ Χάροψ ὁ Αἰγινήτης, κίναιδος ἄνθρωπος, τὴν μητέρα λιμῷ ἀπεκτονώς, καὶ πάλιν Σωκράτης μὲν παρεδόθη τοῖς ἕνδεκα, Μέλητος δὲ οὐ παρεδόθη, καὶ Σαρδανάπαλλος μὲν ἐβασίλευε θῆλυς ὤν, Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς αὐτοῦ, διότι μὴ ἠρέσκετο τοῖς γιγνομένοις·γιγνομένοις Text β (Γώχης Γ marg., Α, Γόγχης N): Περσῶν δὲ τοσοῦτοι καλοὶ κάγαθοὶ ἄνδρες ἀνεσκολοκίζοντσ πρὸς αὐτοῦ διότι μὴ ἠρέσκοντο τοῖς γιγνομένοις γ.
17 ἵνα ὑμῖνῖνα ὑμῖν Fritzsche: ἴνα δὲ (ὑμῖν) γ; καὶ ἵνα ὑμῖν β. μὴ τὰ νῦν λέγω καθʼ ἕκαστον ἐπεξιών, τοὺς μὲν πονηροὺς εὐδαιμονοῦντας καὶ τοὺς πλεονέκτας, ἀγομένους δὲ καὶ φερομένους τοὺς χρηστοὺς ἐν πενίᾳ καὶ νόσοις καὶ μυρίοις κακοῖς πιεζομένους.
17 οὐ γὰρ οἶσθα, ὦ Κυνίσκε, ἡλίκας μετὰ τὸν βίον οἱ πονηροὶ τὰς κολάσεις ὑπομένουσιν, ἢ ἐν ὅσῃ οἱ χρηστοὶ εὐδαιμονίᾳ διατρίβουσιν;
17 Ἅιδην μοι λέγεις καὶ Τιτυοὺς καὶ Ταντάλους. ἐγὼ δέ, εἰ μέν τι καὶ τοιοῦτόν ἐστιν, εἴσομαι τὸ σαφὲς ἐπειδὰν ἀποθάνω· τὸ δὲ νῦν ἔχον ἐβουλόμην τὸν ὁποσονοῦν χρόνον τοῦτον εὐδαιμόνως διαβιοὺς ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι τὸ ἧπαρ ἀποθανών, ἀλλὰ μὴ ἐνταῦθα διψήσας ὥσπερ ὁ Τάνταλος ἐν Μακάρων νήσοις πίνειν μετὰ τῶν ἡρώων ἐν τῷ Ἠλυσίῳ λειμῶνι κατακείμενος.
18 τί φής; ἀπιστεῖς εἶναί τινας κολάσεις καὶ τιμάς, καὶ δικαστήριον ἔνθα δὴ ἐξετάζεται ὁ ἑκάστου βίος;
18 ἀκούω τινὰ Μίνω Κρῆτα δικάζειν κάτω τὰ τοιαῦτα· καί μοι ἀπόκριναί τι καὶ ὑπὲρ ἐκείνου· σὸς γὰρ υἱὸς εἶναι λέγεται.
18 τί δὲ κἀκεῖνον ἐρωτᾷς, ὦ Κυνίσκε;
18 τίνας κολάζει μάλιστα;
18 τοὺς πονηροὺς δηλαδή, οἷον ἀνδροφόνους καὶ ἱεροσύλους.
18 τίνας δὲ παρὰ τοὺς ἥρωας ἀποπέμπει;
18 τοὺς ἀγαθούς τε καὶ ὁσίους καὶ κατʼ ἀρετὴν βεβιωκότας.
18 τίνος ἕνεκα, ὦ Ζεῦ;
18 διότι οἱ μὲν τιμῆς, οἱ δὲ κολάσεως ἄξιοι.
18 εἰ δέ τις ἀκούσιόν τι δεινὸν ἐργάσαιτο, κολάζεσθαι καὶ τοῦτον δικαιοῖ;
18 οὐδαμῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme