Thesauros Literature satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata
25 πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.
25 ὧδέ πως· ὁ λίθος σῶμά ἐστι;
25 ναί.
25 τί δέ; τὸ ζῷον οὐ σῶμα;
25 ναί.
25 σὺ δὲ ζῷον;
25 ἔοικα γοῦν.
25 λίθος ἄρα εἶ σῶμα ὤν.
25 μηδαμῶς. ἀλλʼ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.
25 οὐ χαλεπόν· ἀλλʼ ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον;
25 οὔ.
25 τί δέ; λίθος ζῷον;
25 οὔ.
25 σὺ δὲ σῶμα εἶ;
25 ναί.
25 σῶμα δὲ ὢν ζῷον εἶ;
25 ναί.
25 οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.
25 εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ;
25 μνᾶς δώδεκα.
25 λάμβανε.
25 μόνος δὲ αὐτὸν ἐώνησαι;
25 μὰ Δίʼ, ἀλλʼ οὗτοι πάντες οὓς ὁρᾷς.
25 πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.
26 μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν.
26 σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.
26 ποῖος δέ τις ἐστί;
26 μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.
26 πῶς λέγεις;
26 ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme