Thesauros Literature satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata
27 ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι;
27 μνᾶς Ἀττικῆς·
27 λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε;
27 ἄδηλον.
27 μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον.
27 ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.
27 καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.
27 τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;
27 ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες.
27 πάρεισι γὰρ ἡμῖν τινες;
27 ἀλλʼ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.
27 ἔπεχε περὶ τούτου.
27 μὰ Δίʼ, ἀλλʼ ἤδη γε ἀπεφηνάμην.
27 σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme