Thesauros Literature satire Βίων Πρᾶσις

Βίων Πρᾶσις

Βίων Πρᾶσις Lucian of Samosata
1 σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται· σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.
1 ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν.
1 πολλοὶ συνίασιν· ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν.
2 τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;
2 τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται.
2 οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις.
2 κήρυττε δή.
2 τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν;
2 τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν;
2 ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις.
2 ἔξεστιν αὐτὸν ἀνακρίνειν;
2 ἀνάκρινε ἀγαθῇ τύχῃ.
3 ποδαπὸς εἶ σύ;
3 Σάμιος.
3 ποῦ δὲ ἐπαιδεύθης;
3 ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι.
3 φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει;διδάξει Κ. Schwartz: διδάξεις MSS.
3 διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ.
3 πῶς ἀναμνήσεις;
3 καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας.
3 καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως;
3 τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν.
3 ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν;
3 Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι.
3 χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.
4 εἶτʼ ἐπὶ τουτέοισιν ἀριθμέειν.
4 οἶδα καὶ νῦν ἀριθμεῖν.
4 πῶς ἀριθμέεις;
4 ἕν, δύο, τρία, τέτταρα.
4 ὁρᾷς; ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον.
1 / 12 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme