Thesauros Literature satire Ἀναβιοῦντες ἢ Ἁλιεύς

Ἀναβιοῦντες ἢ Ἁλιεύς

Ἀναβιοῦντες ἢ Ἁλιεύς Lucian of Samosata
1 βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις· ἐπίβαλλε τῶν βώλων· προσεπίβαλλε καὶ τῶν ὀστράκων· παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον· ὅρα μὴ διαφύγῃ· καὶ σὺ βάλλε, ὦ Πλάτων· καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα·καὶ σὺ δέ, καὶ πάντες ἅμα· Punctuation A M.H.: καὶ σὺ δὲ καὶ πάντες ἅμα συν. γ; καὶ σὺ δέ, πάντες ἅμα συν. β, edd. συνασπίσωμεν ἐπʼ αὐτόν, ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις, κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ· μηδὲ ἀνῆτε· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς.
2 Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον. ἐπισπούδασον· ἔτι θᾶττον Punctuation Κ. Schwartz: ἐπισπούδασον ἔτι θᾶττον MSS. εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις. τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι.
2 ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν.
2 νὴ Δία, μαστιγωθέντα γε πρότερον.
2 πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω.
2 τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω.
2 σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ;
2 εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν.
2 καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον, ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.
3 μηδαμῶς· ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου.
3 Ἄραρεν· οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά.
3 καὶ μὴν καθʼ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με· ζωγρεῖτʼ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ.
3 ἀλλʼ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας. ἄκουε γοῦν· μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς.
1 / 25 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme