Thesauros Literature satire Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος

Δὶς κατηγορούμενος Lucian of Samosata
8 σὺ γοῦν μοι τἀληθές, ὦ Ἑρμῆ, ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων ἔν τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ — καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις — ὁποῖοι γεγένηνται καὶ εἰ δυνατή μοι παρʼ αὐτοῖς ἡ μονή.
8 νὴ Δία, ἀδικοίην γὰρ ἂν πρὸς ἀδελφήν σε οὖσαν μὴ λέγων. οὐκ ὀλίγα πρὸς τῆς φιλοσοφίας ὠφέληνται οἱ πολλοὶ αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἄλλο, αἰδοῖ γοῦν τοῦ σχήματος μετριώτερα διαμαρτάνουσιν. πλὴν ἀλλὰ καὶ μοχθηροῖς τισιν ἐντεύξῃ αὐτῶν — χρὴ γάρ, οἶμαι, τἀληθῆ λέγειν — ἐνίοις δὲ ἡμισόφοις καὶ ἡμιφαύλοις. ἐπεὶ γὰρ αὐτοὺς μετέβαπτεν ἡ σοφία παραλαβοῦσα, ὁπόσοι μὲν εἰς κόρον ἔπιον τῆς βαφῆς, χρηστοὶ ἀκριβῶς ἀπετελέσθησαν ἀμιγεῖς ἑτέρων χρωμάτων, καὶ πρός γε τὴν σὴν ὑποδοχὴν οὗτοι ἑτοιμότατοι· ὅσοι δὲ ὑπὸ τοῦ πάλαι ῥύπου μὴ εἰς βάθος παρεδέξαντο ὁπόσον δευσοποιὸν τοῦ φαρμάκου, τῶν ἄλλων ἀμείνους, ἀτελεῖς δὲ ὅμως καὶ μιξόλευκοι καὶ κατεστιγμένοι καὶ παρδαλωτοὶ τὴν χρόαν. εἰσὶ δʼ οἳ καὶ μόνον ψαύσαντες ἔκτοσθεν τοῦ λέβητος ἄκρῳ τῷ δακτύλῳ καὶ ἐπιχρισάμενοι τῆς ἀσβόλου ἱκανῶς οἴονται καὶ οὗτοι μεταβεβάφθαι. σοὶ μέντοι δῆλον ὅτι μετὰ τῶν ἀρίστων ἡ διατριβὴ ἔσται.
9 ἀλλὰ μεταξὺ λόγων ἤδη πλησιάζομεν τῇ Ἀττικῇ· ὥστε τὸ μὲν Σούνιον ἐν δεξιᾷ καταλείπωμεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀπονεύωμεν ἤδη. καὶ ἐπείπερ καταβεβήκαμεν, αὐτὴ μὲν ἐνταῦθά που ἐπὶ τοῦ πάγου κάθησο εἰς τὴν πνύκα ὁρῶσα καὶ περιμένουσα ἔστʼ ἂν κηρύξω τὰ παρὰ τοῦ Διός, ἐγὼ δὲ εἰς τὴν ἀκρόπολιν ἀναβὰς ῥᾷον οὕτως ἅπαντας ἐκ τοῦ ἐπηκόου προσκαλέσομαι.
9 μὴ πρότερον ἀπέλθῃς, ὦ Ἑρμῆ, πρὶν εἰπεῖν ὅστις οὗτος ὁ προσιών ἐστιν, ὁ κερασφόρος, ὁ τὴν σύριγγα, ὁ λάσιος ἐκ τοῖς σκελοῖν.
9 τί φής; ἀγνοεῖς τὸν Πᾶνα, τῶν Διονύσου θεραπόντων τὸν βακχικώτατον; οὗτος ᾤκει μὲν τὸ πρόσθεν ἀνὰ τὸ Παρθένιον, ὑπὸ δὲ τὸν Δάτιδος ἐπίπλουν καὶ τὴν Μαραθῶνάδε τῶν βαρβάρων ἀπόβασιν ἧκεν ἄκλητος τοῖς Ἀθηναίοις σύμμαχος, καὶ τὸ ἀπʼ ἐκείνου τὴν ὑπὸ τῇ ἀκροπόλει σπήλυγγα ταύτην ἀπολαβόμενος οἰκεῖ μικρὸν ὑπὲρ τοῦ Πελασγικοῦ εἰς τὸ μετοίκιον συντελῶν. καὶ νῦν ὡς τὸ εἰκὸς ἰδὼν ἡμᾶς ἐκ γειτόνων πρόσεισι δεξιωσόμενος.
10 χαίρετε, ὦ Ἑρμῆ καὶ Δίκη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme