Thesauros Literature satire Περὶ Θυσιῶν

Περὶ Θυσιῶν

Περὶ Θυσιῶν Lucian of Samosata
3 ταῦτά γε, οἶμαι, καὶ ὁ Χρύσης ἐπιστάμενος ἅτε ἱερεὺς ὢν καὶ γέρων καὶ τὰ θεῖα σοφός, ἐπειδὴ ἄπρακτος ἀπῄει παρὰ τοῦ Ἀγαμέμνονος, ὡς ἂν καὶ προδανείσας τῷ Ἀπόλλωνι τὴν χάριν δικαιολογεῖται καὶ ἀπαιτεῖ τὴν ἀμοιβὴν καὶ μόνον οὐκ ὀνειδίζει λέγων, ὦ βέλτιστε Ἄπολλον, ἐγὼ μέν σου τὸν νεὼν τέως ἀστεφάνωτον ὄντα πολλάκις ἐστεφάνωσα, καὶ τοσαῦτά σοι μηρία ταύρων τε καὶ αἰγῶν ἔκαυσα ἐπὶ τῶν βωμῶν, σὺ δὲ ἀμελεῖς μου τοιαῦτα πεπονθότος καὶ παρʼ οὐδὲν τίθεσαι τὸν εὐεργέτην. τοιγαροῦν οὕτω κατεδυσώπησεν αὐτὸν ἐκ τῶν λόγων, ὥστε ἁρπασάμενος τὰ τόξα καὶ ἐπὶ τοῦ ναυστάθμου καθίσας ἑαυτὸν κατετόξευσε τῷ λοιμῷ τοὺς Ἀχαιοὺς αὐταῖς ἡμιόνοις καὶ κυσίν.
4 ἐπεὶ δὲ ἅπαξ τοῦ Ἀπόλλωνος ἐμνήσθην, βούλομαι καὶ τὰ ἄλλα εἰπεῖν, ἃ περὶ αὐτοῦ οἱ σοφοὶ τῶν ἀνθρώπων λέγουσιν, οὐχ ὅσα περὶ τοὺς ἔρωτας ἐδυστύχησεν οὐδὲ τοῦ Ὑακίνθου τὸν φόνον οὐδὲ τῆς Δάφνης τὴν ὑπεροψίαν, ἀλλʼ ὅτι καὶ καταγνωσθεὶς ἐπὶ τῷ τῶν Κυκλώπων θανάτῳ καὶ ἐξοστρακισθεὶς διὰ τοῦτο ἐκ τοῦ οὐρανοῦ, ἐπέμφθη εἰς τὴν γῆν ἀνθρωπίνῃ χρησόμενος τῇ τύχῃ· ὅτε δὴ καὶ ἐθήτευσεν ἐν Θετταλίᾳ παρὰ Ἀδμήτῳ καὶ ἐν Φρυγίᾳ παρὰ Λαομέδοντι, παρὰ τούτῳ μέν γε οὐ μόνος ἀλλὰ μετὰ τοῦ Ποσειδῶνος, ἀμφότεροι πλινθεύοντες ὑπʼ ἀπορίας καὶ ἐργαζόμενοι τὸ τεῖχος· καὶ οὐδὲ ἐντελῆ τὸν μισθὸν ἐκομίσαντο παρὰ τοῦ Φρυγός, ἀλλὰ προσώφειλεν αὐτοῖς πλέον ἢ τριάκοντα, φασί, δραχμὰς Τρωϊκάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme