5
ἢ γὰρ οὐ ταῦτα σεμνολογοῦσιν οἱ ποιηταὶ περὶ τῶν θεῶν καὶ πολὺ τούτων ἱερώτερα περί τε Ἡφαίστου καὶ Προμηθέως καὶ Κρόνου καὶ Ῥέας καὶ σχεδὸν ὅλης τῆς τοῦ Διὸς οἰκίας; καὶ ταῦτα παρακαλέσαντες τὰς Μούσας συνῳδοὺς ἐν ἀρχῇ τῶν ἐπῶν, ὑφʼ ὧν δὴ ἔνθεοι γενόμενοι, ὡς τὸ εἰκός, ᾄδουσιν ὡς ὁ μὲν Κρόνος ἐπειδὴ τάχιστα ἐξέτεμε τὸν πατέρα τὸν Οὐρανόν, ἐβασίλευσέν τε ἐν αὐτῷ καὶ τὰ τέκνα κατήσθιεν ὥσπερ ὁ Ἀργεῖος Θυέστης ὕστερον· ὁ δὲ ΖεὺςΘυέστης· ὕστερον δὲ ὁ Ζεὺς γ. κλαπεὶς ὑπὸ τῆς Ῥέας ὑποβαλομένης τὸν λίθον εἰς τὴν Κρήτην ἐκτεθεὶς ὑπʼ αἰγὸς ἀνετράφη καθάπερ ὁ Τήλεφος ὑπὸ ἐλάφου καὶ ὁ Πέρσης Κῦρος ὁ πρότερος ὑπὸ τῆς κυνός, εἶτʼ ἐξελάσας τὸν πατέρα καὶ εἰς τὸ δεσμωτήριον καταβαλὼν αὐτὸς ἔσχε τὴν ἀρχήν· ἔγημε δὲ πολλὰς μὲν καὶ ἄλλας, ὑστάτην δὲ τὴν ἀδελφὴντὴς Ἥραν τὴν ἀδελφὴν β. κατὰ τοὺς Περσῶν καὶτοῦτο καὶ β. Ἀσσυρίων νόμους· ἐρωτικὸς δὲ ὢν καὶ εἰς τὰ ἀφροδίσια ἐκκεχυμένοςἐκκεχυμένος Cobet: κεχυμένος, MSS. ῥᾳδίως ἐνέπλησε παίδων τὸν οὐρανόν, τοὺς μὲν ἐξ ὁμοτίμων ποιησάμενος, ἐνίους δὲ νόθους ἐκ τοῦ θνητοῦ καὶ ἐπιγείου γένους, ἄρτι μὲν ὁ γεννάδας γενόμενος χρυσός, ἄρτι δὲ ταῦρος ἢ κύκνος ἢ ἀετός, καὶ ὅλως ποικιλώτερος αὐτοῦ Πρωτέως· μόνην δὲ τὴν Ἀθηνᾶν ἔφυσεν ἐκ τῆς ἑαυτοῦ κεφαλῆς ὑπʼ αὐτὸν ἀτεχνῶς τὸν ἐγκέφαλον συλλαβών· τὸν μὲν γὰρ Διόνυσον ἡμιτελῆ, φασίν, ἐκ τῆς μητρὸς ἔτι καιομένης ἁρπάσας ἐν τῷ μηρῷ φέρων κατώρυξε κᾆτα ἐξέτεμεν τῆς ὠδῖνος ἐνστάσης.