Thesauros Literature satire Περὶ Θυσιῶν

Περὶ Θυσιῶν

Περὶ Θυσιῶν Lucian of Samosata
14 ταῦτα μὲν δὴ ἴσως μέτρια καὶ τὰ ὑπʼ Ἀσσυρίων γιγνόμενα καὶ ὑπὸ Φρυγῶν καὶ Λυδῶν, ἢν δʼ εἰς τὴν Αἴγυπτον ἔλθῃς, τότε δὴ τότε ὄψει πολλὰ τὰ σεμνὰ καὶ ὡς ἀληθῶς ἄξια τοῦ οὐρανοῦ, κριοπρόσωπον μὲν τὸν Δία, κυνοπρόσωπον δὲ τὸν βέλτιστον Ἑρμῆν καὶ τὸν Πᾶνα ὅλον τράγον καὶ ἶβίν τινα καὶ κροκόδειλον ἕτερον καὶ πίθηκον. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ εὖ εἰδῇς, ἀκούσῃ πολλῶν σοφιστῶν καὶ γραμματέων καὶ προφητῶν ἐξυρημένων διηγουμένων, — πρότερον δέ, φησὶν ὁ λόγος, θύρας δʼ ἐπίθεσθε βέβηλοι — ὡς ἄρα ὑπὸ τὸν πόλεμοντῶν πολεμίων γ.  καὶ τῶν γιγάντων τὴν ἐπανάστασιν οἱ θεοὶ φοβηθέντες ἧκον εἰς τὴν Αἴγυπτον ὡς δὴ ἐνταῦθα λησόμενοι τοὺς πολεμίους· εἶθʼ ὁ μὲν αὐτῶν ὑπέδυ τράγον, ὁ δὲ κριὸν ὑπὸ τοῦ δέους, ὁ δὲ θηρίον ἢ ὄρνεον· διὸ δὴ εἰσέτι καὶ νῦν φυλάττεσθαι τὰς τότε μορφὰς τοῖς θεοῖς. ταῦτα γὰρ ἀμέλει ἐν τοῖς ἀδύτοις ἀπόκειται γραφέντα πλεῖον ἢ πρὸ ἐτῶν μυρίων.
15 αἱ δὲ θυσίαι καὶ παρʼ ἐκείνοις αἱ αὐταί, πλὴν ὅτι πενθοῦσι τὸ ἱερεῖον καὶ κόπτονται περιστάντες ἤδη πεφονευμένον. οἱ δὲ καὶ θάπτουσι μόνον ἀποσφάξαντες.
15 ὁ μὲν γὰρ Ἆπις, ὁ μέγιστος αὐτοῖς θεός, ἐὰν ἀποθάνῃ, τίς οὕτω περὶ πολλοῦ ποιεῖται τὴν κόμην ὅστις οὐκ ἀπεξύρησε καὶ ψιλὸνὑψηλὸν β. ἐπὶ τῆς κεφαλῆς τὸ πένθος ἐπεδείξατο, κἂν τὸν Νίσου ἔχῃ πλόκαμον τὸν πορφυροῦν; ἔστι δὲ ὁ Ἆπις ἐξ ἀγέλης θεός, ἐπὶ τῷ προτέρῳ χειροτονούμενος ὡς πολὺ καλλίων καὶ σεμνότερος τῶν ἰδιωτῶν Βοῶν.
15 ταῦτα οὕτω γιγνόμενα καὶ ὑπὸ τῶν πολλῶν πιστευόμενα δεῖσθαί μοι δοκεῖ τοῦ μὲν ἐπιτιμήσοντος οὐδενός, Ἡρακλείτου δέ τινος ἢ Δημοκρίτου, τοῦ μὲν γελασομένου τὴν ἄγνοιαν αὐτῶν, τοῦ δὲ τὴν ἄνοιαν ὀδυρουμένου.
← Previous 7 / 7

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme