Thesauros Literature satire Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον

Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον

Πρὸς τὸν ἀπαίδευτον καὶ πολλὰ βιβλία ὠνούμενον Lucian of Samosata
23 ἀλλʼ, ὦ κατάπυγον, οἴει τοσοῦτον μανδραγόραν κατακεχύσθαι αὐτοῦ ὡς ταῦτα μὲν ἀκούειν, ἐκεῖνα δὲ μὴ εἰδέναι, οἷος μέν σου ὁ μεθʼ ἡμέραν βίος, οἷοι δέ σοι πότοι, ὁποῖαι δὲ νύκτες καὶ οἵοις καὶ ἡλίκοις συγκαθεύδεις; οὐκ οἶσθα ὡς ὦτα καὶ ὀφθαλμοὶ πολλοὶ βασιλέως; τὰ δὲ σὰ οὕτω περιφανῆ ἐστιν ὡς καὶ τυφλοῖς εἶναι καὶ κωφοῖς γνώριμα· εἰ γὰρ καὶ φθέγξαιο μόνον, εἰ γὰρ καὶ λουόμενος ἀποδύσαιο, μᾶλλον δὲ μὴ ἀποδύσῃ, εἰ δοκεῖ, οἱ δʼ οἰκέται μόνον ἢν ἀποδύσωνταί σου, τί οἴει; μὴ αὐτίκα ἔσεσθαι πάντα σου πρόδηλα τὰ τῆς νυκτὸς ἀπόρρητα; εἰπὲ γοῦν μοι καὶ τόδε, εἰ Βάσσος ὁ ὑμέτερος ἐκεῖνος σοφιστὴς ἢ Βάταλος ὁ αὐλητὴς ἢ ὁ κίναιδος Ἡμιθέων ὁ Συβαρίτης, ὃς τοὺς θαυμαστοὺς ὑμῖν νόμους συνέγραψεν, ὡς χρὴ λεαίνεσθαιλεαίνεσθαι Markland: μαίνεσθα. MSS. καὶ παρατίλλεσθαι καὶ πάσχειν καὶ ποιεῖν ἐκεῖνα, — εἰ τούτων τις νυνὶ λεοντῆν περιβαλόμενος καὶ ῥόπαλον ἔχων βαδίζοι, τί οἴει φανεῖσθαιφανεῖσθαι Cobet: φαίνεσθαι MSS. τοῖς ὁρῶσιν; Ἡρακλέα εἶναι αὐτόν; οὔκ, εἴ γε μὴ χύτραις λημῶντες τυγχάνοιεν. μυρία γάρ ἐστι τὰ ἀντιμαρτυροῦντα τῷ σχήματι, βάδισμα καὶ βλέμμα καὶ φωνὴ καὶ τράχηλος ἐπικεκλασμένος καὶ ψιμύθιον καὶ μαστίχη καὶ φῦκος, οἷς ὑμεῖς κοσμεῖσθε, καὶ ὅλως κατὰ τὴν παροιμίαν, θᾶττον ἂν πέντε ἐλέφαντας ὑπὸ μάλης κρύψειας ἢ ἕνα κίναιδον. εἶτα ἡ λεοντῆ μὲν τὸν τοιοῦτον οὐκ ἂν ἔκρυψεν, σὺ δʼ οἴει λήσειν σκεπόμενος βιβλίῳ; ἀλλʼ οὐ δυνατόν· προδώσει γάρ σε καὶ ἀποκαλύψει τὰ ἄλλα ὑμῶν γνωρίσματα.
24 τὸ δʼ ὅλον ἀγνοεῖν μοι δοκεῖς ὅτι τὰς ἀγαθὰς ἐλπίδας οὐ παρὰ τῶν βιβλιοκαπήλων δεῖ ζητεῖν, ἀλλὰ παρʼ αὑτοῦ καὶ τοῦ καθʼ ἡμέραν βίου λαμβάνειν. σὺ δʼ οἴει συνήγορον κοινὸν καὶ μάρτυρα ἔσεσθαί σοι τὸν Ἀττικὸν καὶ Καλλῖνον τοὺς βιβλιογράφους; οὔκ, ἀλλʼ ὠμούς τινας ἀνθρώπους ἐπιτρίψοντάς σε, ἢν οἱ θεοὶ ἐθέλωσι, καὶ πρὸς ἔσχατον πενίας συνελάσοντας· δέον ἔτι νῦν σωφρονήσαντα ἀποδόσθαι μέν τινι τῶν πεπαιδευμένων τὰ βιβλία ταῦτα καὶ σὺν αὐτοῖς τὴν νεόκτιστον ταύτην οἰκίαν, ἀποδοῦναι δὲ τοῖς ἀνδραποδοκαπήλοις μέρος γοῦν ἀπὸ πολλῶν τῶν ὀφειλομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme