28
καὶ μὴν καὶ τὰς μὲν ἄλλας τέχνας, εἰ καί τι κατὰ ταύτας ἀσύμφωνον εἴη, κἂν παρέλθοι τις συγγνώμης ἀξιώσας, ἐπεὶ μέσαι τε δοκοῦσι καὶ αἱ καταλήψεις αὐτῶν οὐκ εἰσὶν ἀμετάπτωτοι.δὲ αὐτὴν MSS. (except Ω) add: προσδεκτέος ἂν εἴη. φιλοσοφίαν δὲ τίς ἂν καὶἂν καὶ vulg.: ἀναγκαῖαν MSS. ἀνάσχοιτο μὴ μίαν εἶναι καὶ μηδὲ σύμφωνον αὐτὴν ἑαυτῇ μᾶλλον τῶν ὀργάνων; μία μὲν οὖν οὐκ ἔστι φιλοσοφία, ἐπειδὴ ὁρῶ καὶ ἄπειρον οὖσαν· πολλαὶ δὲ οὐ δύνανται εἶναι, ἐπειδήπερ ἡ σοφίασοφία Cobet's friend: φιλοσοφία MSS. μία.
29
ὁμοίως δὲ καὶ περὶ τῆς ὑποστάσεως τῆς ῥητορικῆς ταὐτὰ φαίη τις ἄν· τὸ γὰρ περὶ ἑνὸς προκειμένου ταὐτὰ μὴ λέγειν ἅπαντας, ἀλλὰ μάχην εἶναι φορᾶς ἀντιδόξου, ἀπόδειξις μεγίστη τοῦ μηδὲ ἀρχὴν εἶναι τοῦτο οὗ μία κατάληψις οὐκ ἔστιν· τὸ γὰρ ζητεῖν τό, τί μᾶλλον αὐτόαὑτό Halm: αὐτῶν ΜΕΝ. ἐστιν, καὶ τὸ μηδέποτε ὁμολογεῖν ἓνἓν Fritzsche: ἂν Γ1Ω, μίαν Γ3, other MSS. εἶναι, τοῦτο αὐτὴν ἀναιρεῖ τοῦ ζητουμένου τὴν οὐσίαν.
30
ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις μία ἐστὶν καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε, ἑτέρως δὲ τούσδε παρασιτεῖν, οὐδέ εἰσιν ὡς ἔοικεν ἐν παρασίτοιςἐν παρασίτοις Harmon: παρασίτοις MSS. Cf. Gullus 27 fin. ἐν ἐκείνοις. τινες οἷον Στωϊκοὶ ἢ Ἐπικούρειοι δόγματα ἔχοντες διάφορα, ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστιν καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους. ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε τοῦτο καὶ σοφία εἶναι.
31
πάνυ μοι δοκεῖς ἱκανῶς ταῦτα εἰρηκέναι. ὡς δὲ καὶ τὰ ἄλλα χείρων ἐστὶν ἡ φιλοσοφία τῆς σῆς τέχνης, πῶς ἀποδεικνύεις;
31
οὐκοῦν ἀνάγκη πρῶτον εἰπεῖν ὅτι φιλοσοφίας μὲν οὐδέποτε ἠράσθη παράσιτος, παρασιτικῆς δὲ πάμπολλοι ἐπιθυμήσαντες μνημονεύονται φιλόσοφοι, καὶ μέχρι γε νῦν ἐρῶσιν.
31
καὶ τίνας ἂν ἔχοις εἰπεῖν φιλοσόφους παρασιτεῖν σπουδάσαντας;
31
οὕστινας μέντοι, ὦ Τυχιάδη; οὓς καὶ σὺ γιγνώσκων ὑποκρίνῃ ἀγνοεῖν κἀμὲ κατασοφίζῃ ὥςκἀμὲ κατασοφίζῃ ὡς Fritzsche: κἀμὲ κατὰ Γ1Ω, κἀμὲ ὡς Γ2, other MSS. τινος αὐτοῖς αἰσχύνης ἐντεῦθεν γιγνομένης, οὐχὶ τιμῆς.