Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata
31 οὐ μὰ τὸν Δία, ὦ Σίμων, ἀλλὰ καὶ σφόδρα ἀπορῶ οὕστινας καὶ εὕροις εἰπεῖν.
31 ὦ γενναῖε, σύ μοι δοκεῖς ἀνήκοος εἶναι καὶ τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους, ἐπεὶ πάντως ἂν καὶ ἐπιγνῶναι οὕστινας λέγω δύναιο.
31 καὶ μέντοι νὴ τὸν Ἡρακλέα ποθῶ δὴ ἀκούειν τίνες εἰσίν.
32 ἐγώ σοι καταλέξω αὐτοὺς ὄντας οὐχὶ τοὺς φαύλους, ἀλλʼ ὡςὡς Gesner: ὧν MSS. ἐγὼ δοκῶ, τοὺς ἀρίστους καὶ οὓς ἥκιστα σὺ οἴει. Αἰσχίνης μέντοι ὁ Σωκρατικός, οὗτος ὁ τοὺς μακροὺς καὶ ἀστείους διαλόγους γράψας, ἧκέν ποτε εἰς Σικελίαν κομίζων αὐτούς, εἴ πωςεἴ πως Dindorf: ὅπως MSS. δύναιτο διʼ αὐτῶν γνωσθῆναι Διονυσίῳ τῷ τυράννῳ, καὶ τὸν Μιλτιάδην ἀναγνοὺς καὶ δόξας εὐδοκιμηκέναι λοιπὸν ἐκάθητο ἐν Σικελίᾳ παρασιτῶν Διονυσίῳ καὶ ταῖς Σωκράτους διατριβαῖς ἐρρῶσθαι φράσας.
33 τί δέ, καὶ Ἀρίστιππος ὁ Κυρηναῖος οὐχὶ τῶν δοκίμων φαίνεταί σοι φιλοσόφων;
33 καὶ πάνυ.
33 καὶ οὗτος μέντοι κατὰ τὸν αὐτὸν χρόνον διέτριβεν ἐν Συρακούσαις παρασιτῶν Διονυσίῳ. πάντων γοῦν ἀμέλει τῶν παρασίτων αὐτὸς ηὐδοκίμει παρʼ αὐτῷ· καὶ γὰρ ἦν πλέον τι τῶν ἄλλων πρὸς τὴν τέχνην εὐφυής, ὥστε τοὺς ὀψοποιοὺς ὁσημέραι ἔπεμπεν παρὰ τοῦτον ὁ Διονύσιος ὥς τι παρʼ αὐτοῦ μαθησομένους.
33 οὗτος μέντοι δοκεῖ καὶ κοσμῆσαι τὴν τέχνην ἀξίως.
34 ὁ δὲ Πλάτων ὑμῶν ὁ γενναιότατος καὶ αὐτὸς μὲν ἧκεν εἰς Σικελίαν ἐπὶ τούτῳ, καὶ ὀλίγας παρασιτήσας ἡμέρας τῷ τυράννῳ τοῦ παρασιτεῖν ὑπὸ ἀφυίας ἐξέπεσε, καὶ πάλιν Ἀθήναζε ἀφικόμενος καὶ φιλοπονῄσας καὶ παρασκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ καὶ δειπνήσας πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε· καὶ αὕτη ἡ συμφορὰ Πλάτωνι περὶ Σικελίαν ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου.
34 καὶ τίς, ὦ Σίμων, περὶ τούτου λέγει;
35 πολλοὶ μὲν καὶ ἄλλοι, Ἀριστόξενος δὲ ὁ μουσικός, πολλοῦ λόγου ἄξιος.λόγου ἄξιος MSS. add: καὶ αὐτὸς δὲ παράσιτος Νηλέως ἦν, excised by Cobet. Dindorf, referring it to Aristotle, sets it after τεχνῶν.
35 Εὐριπίδης μὲν γὰρ ὅτι Ἀρχελάῳ μέχρι μὲν τοῦ θανάτου παρεσίτει καὶ Ἀνάξαρχος Ἀλεξάνδρῳ πάντως ἐπίστασαι.
36 καὶ Ἀριστοτέλης δὲ τῆς παρασιτικῆς ἤρξατο μόνον ὥσπερ καὶ τῶν ἄλλων τεχνῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme