Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata
43 οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι. σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα· ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον παράταξιν· μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳἐπὶ Δηλίῳ Gesner: ἐν τῇ πόλει MSS. μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγεν. πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.
43 ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρʼ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων· ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν ἀνδρῶν.
44 ἀλλʼ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖός τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλωςκαθόλως Harmon: καὶ ὅλως MSS. λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν;
44 καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτωςοὕτως Dindorf: not in MSS. ἀνήκοος Ὁμήρου, οὐδʼ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρʼ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας. ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει,ἀπέρρει vulg.: ἀπορρεῖ MSS. αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα. οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας· πάλαι δʼ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα. καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει.
45 ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι· οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme