Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata
2 ἔγωγε· εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸνπαιδαγωγὸν Ψ (?), vulg.: παῖδα MSS. (πατέρα N). τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας.
2 οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί;
2 τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.
2 καὶ σὺ ἄρα παράσιτος;
2 πάνυ ὠνείδισας, ὦ Τυχιάδη.
2 ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν;
2 οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι.
2 καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες;εὖ λέγοντες Harmon: not in MSS. Dindorf supplies εὐφρανεῖτε after ἐμὲ, below.
2 πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί.
2 καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς.
2 τὸ ποῖον;
2 εἴ γε καὶεἴ γε καὶ Hirschig: εἰ ξέσαι MSS. ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ.
2 καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.
3 ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.
3 τίνα μήν;
3 εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢἢ Fritzsche: not in MSS. ἰατρική, παρασιτική.
3 ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.
3 οὐθέν, εἰ καὶ σμικρὰ λέγοις,λέγοις Jacobs: δὲ τοῖς (δέ τοι, δέοι) MSS. ἀληθῆ δέ, διοίσει.
3 ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιενμετέχοιεν Gesner: μετέχοιμεν MSS. αὐτῆς.
3 τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντωςπάντως Seiler: πάνυ ὡς MSS. ἐπίστασαι.
3 πάνυ μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme