Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata
58 ὡς ἠλίθιά γε σου, ὦ Τυχιάδη, ταῦτα, εἰ μὴ δύνασαι γινώσκειν ὅτι πλούσιος ἀνήρ, εἰ καὶ τὸ Γύγου χρυσίον ἔχοι, μόνος ἐσθίων πένης ἐστὶν καὶ προϊὼν ἄνευ παρασίτου πτωχὸς δοκεῖ, καὶ ὥσπερ στρατιώτης χωρὶς ὅπλων ἀτιμότερος καὶ ἐσθὴς ἄνευ πορφύρας καὶ ἵππος ἄνευ φαλάρων, οὕτω καὶ πλούσιος ἄνευ παρασίτου ταπεινός τις καὶ εὐτελὴς φαίνεται. καὶ μὴν ὁ μὲν πλούσιος κοσμεῖται ὑπʼ αὐτοῦ, τὸν δὲ παράσιτον πλούσιος οὐδέποτε κοσμεῖ.
59 ἄλλως τε οὐδὲ ὄνειδος αὐτῷ ἐστιν, ὡς σὺ φής, τὸ παρασιτεῖν ἐκείνῳ, δῆλον ὅτι ὥς τινι κρείττονι χείρονα, ὅπουὅπου vulg.: ὅπως MSS. γε μὴν τῷ πλουσίῳ τοῦτο λυσιτελές ἐστιν, τὸ τρέφειν τὸν παράσιτον, ᾧ γε μετὰ τοῦ κοσμεῖσθαι ὑπʼ αὐτοῦ καὶ ἀσφάλεια πολλὴ ἐκ τῆς τούτου δορυφορίας ὑπάρχει· οὔτε γὰρ μάχῃ ῥᾳδίως ἄν τις ἐπιχειρήσαι τῷ πλουσίῳ τοῦτον ὁρῶν παρεστῶτα, ἀλλʼ οὐδʼ ἂν ἀποθάνοι φαρμάκῳ οὐδεὶς ἔχων παράσιτον. τίς γὰρ ἂν τολμήσειεν ἐπιβουλεῦσαί τινι τούτου προεσθίοντος καὶ προπίνοντος; ὥστε ὁ πλούσιος οὐχὶ κοσμεῖται μόνον, ἀλλὰ καὶ ἐκ τῶν μεγίστων κινδύνων ὑπὸ τοῦ παρασίτου σώζεται. οὕτω μὲνοὕτω μὲν vulg.: οὖτε μὴν, ἅτε μὴν, ὅτι μὲν MSS. ὁ παράσιτος διὰ φιλοστοργίαν πάντα κίνδυνον ὑπομένει, καὶ οὐκ ἂν παραχωρήσειεν τῷ πλουσίῳ φαγεῖν μόνῳμόνῳ: μόνον other MSS., ἀλλὰ καὶ ἀποθανεῖν αἱρεῖται συμφαγών.
60 πάντα μοι δοκεῖς, ὦ Σίμων, διεξελθεῖν ὑστερήσας οὐδὲν τῆς σεαυτοῦ τέχνης, οὐχ ὥσπερ αὐτὸς ἔφασκες, ἀμελέτητος ὤν, ἀλλʼ ὥσπερ ἄν τις ὑπὸ τῶν μεγίστων γεγυμνασμένος. λοιπόν, εἰ μὴ αἴσχιον αὐτὸ τὸ ὄνομά ἐστι τῆς παρασιτικῆς, θέλω μαθεῖν.
60 ὅρα δὴ τὴν ἀπόκρισιν, ἐάν σοι ἱκανῶς λέγεσθαι δοκῇ, καὶ πειρῶ πάλιν αὐτὸς ἀποκρίνασθαι πρὸς τὸ ἐρωτώμενον ᾗᾖ vulg.: εἰ MSS. ἄριστα οἴει. φέρε γάρ, τὸν σῖτον οἱ παλαιοὶ τί καλοῦσι;
60 τροφήν.
60 τί δὲ τὸ σιτεῖσθαι, οὐχὶ τὸ ἐσθίειν;
60 ναί.
60 οὐκοῦν καθωμολόγηται τὸ παρασιτεῖν ὅτι οὐκ ἄλλο ἐστίν;
60 τοῦτο γάρ, ὦ Σίμων, ἐστὶν ὃ αἰσχρὸν φαίνεται.
61 φέρε δὴ πάλιν ἀπόκριναί μοι, πότερόν σοι δοκεῖ διαφέρειν, καὶ προκειμένων ἀμφοῖν πότερον ἂν αὐτὸς ἕλοιο, ἆρά γε τὸ πλεῖν ἢ τὸ παραπλεῖν;
61 τὸ παραπλεῖν ἔγωγε.
61 τί δέ, τὸ τρέχειν ἢ τὸ παρατρέχειν;
61 Τὸ παρατρέχειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme