61
τί δέ, τὸ ἱππεύειν ἢ τὸ παριππεύειν;
61
τὸ παριππεύειν.
61
τί δέ, τὸ ἀκοντίζειν ἢ τὸ παρακοντίζειν;
61
τὸ παρακοντίζειν.
61
οὐκοῦν ὁμοίως ἂν ἕλοιοἕλοιο Fritzsche: ἐθέλοιο Γ1Ω, θέλοις, θέλς other MSS. καὶ τοῦ ἐσθίειν μᾶλλον τὸ παρασιτεῖν;
61
ὁμολογεῖν ἀνάγκη. καί σοι λοιπὸν ὥσπερ οἱ παῖδες ἀφίξομαι καὶ ἑῷος καὶ μετʼ ἄριστον μαθησόμενος τὴν τέχνην. σὺ δέ με αὐτὴν δίκαιος διδάσκειν ἀφθόνως, ἐπεὶ καὶ πρῶτος μαθητής σοι γίγνομαι. φασὶ δὲ καὶ τὰς μητέρας μᾶλλον τὰ πρῶτα φιλεῖν τῶν τέκνων.