Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata
10 φανεῖται δὲ οὕτως· ὁ γὰρ σοφὸς Ὅμηρος τὸν τοῦ παρασίτου βίον θαυμάζων ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, οὕτω φησίν·οὕτω φησίν Fritzsche: not in MSS. οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης,δαιτυμόνες—ἑξείης not in MSS.: supplied by Cobet. παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι. καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμάζων μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν εὖ λέγων· τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι, οὐχ ἕτερόν τι, ἐξ ὧν φησιν, ἢ τὸ παρασιτεῖν εὔδαιμον νομίζων. καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν ὅλων. καίτοι γε εἴπερ ἐβούλετο Ὀδυσσεὺς τὸ κατὰ τοὺς Στωϊκοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνήγαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ καὶ Στωϊκὰ ῥάκη ἐνδύς· ἀλλὰ τότε οὐκ εἶπε τοῦτο τέλος χαριέστερον. ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότεοὐδὲ τότε vulg.: οὐδέποτε MSS. εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον. ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε. πῶς οὖν λέγει; πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν· οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκιςΤext anonymous friend of Cobet's: οἷόν τε ἀκούειν αὐτῶν μὴ πολλάκις MSS. λεγομένων· δαιτυμόνες καθήμενοι ἑξείης· καί· παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme