Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata
11 ὅ γε μὴν Ἐπίκουρος σφόδρα ἀναισχύντως ὑφελόμενος τὸ τῆς παρασιτικῆς τέλος τῆς καθʼ αὑτὸν εὐδαιμονίας τέλος αὐτὸ ποιεῖ. καὶ ὅτι κλοπὴ τὸ πρᾶγμά ἐστιν καὶ οὐδὲν Ἐπικούρῳ μέλει τὸ ἡδύ, ἀλλὰ τῷ παρασίτῳ, οὕτω μάθοις ἄν. ἔγωγε ἡγοῦμαι τὸ ἡδὺ πρῶτον μὲν τὸ τῆς σαρκὸς ἀόχλητον, ἔπειτα τὸ μὴ θορύβου καὶ ταραχῆς τὴν ψυχὴν ἐμπεπλῆσθαι. τούτων τοίνυν ὁ μὲν παράσιτος ἑκατέρων τυγχάνει, ὁ δὲ Ἐπίκουρος οὐδὲ θατέρου· ὁ γὰρ ζητῶν περὶ σχήματος γῆς καὶ κόσμων ἀπειρίας καὶ μεγέθους ἡλίου καὶ ἀποστημάτων καὶ πρώτων στοιχείων καὶ περὶ θεῶν, εἴτε εἰσὶν εἴτε οὐκ εἰσί, καὶ περὶ αὐτοῦ τοῦ τέλους ἀεὶ πολεμῶν καὶ διαφερόμενος πρός τινας οὐ μόνον ἐν ἀνθρωπίναις, ἀλλὰ καὶ ἐν κοσμικαῖς ἐστιν ὀχλήσεσιν. ὁ δὲ παράσιτος πάντα καλῶς ἔχειν οἰόμενος καὶ πεπιστευκὼς μὴ ἄλλως ταῦτα ἔχειν ἄμεινον ἢ ἔχει, μετὰ πολλῆς ἀδείας καὶ γαλήνης, οὐδενὸς αὐτῷ τοιούτου παρενοχλοῦντος, ἐσθίει καὶ κοιμᾶται ὕπτιος ἀφεικὼς τοὺς πόδας καὶ τὰς χεῖρας ὥσπερ Ὀδυσσεὺς τῆς Σχερίαςτῆς Σχερίας du Soul: τῆς σχεδίας MSS. ἀποπλέων οἴκαδε.
12 καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατʼ ἐκεῖνα· ὁ γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σοφός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ· εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως ζήσεται,ζήσεται Cobet: οὐ ζήσεται MSS. ἀλλʼ οὐδὲ ζήσεται· εἰ δὲ ἔχει, εἴτε παρʼ ἑαυτοῦ εἴτε παρʼ ἄλλου· εἰ μὲν οὖν παρʼ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃςὃς vulg.: ὡς MSS. λέγει· εἰ δὲ παρʼ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται.
12 πῶς οὐχ ἡδέως;
12 εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρʼ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέατὰ ἀηδέα Harmon not in MSS. τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη· καὶ ἄθρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καθʼ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής;
12 κἀμοὶ δοκεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme