Thesauros Literature satire Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική

Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική Lucian of Samosata
14 καὶκαὶ vulg.: αἱ MSS. μὴν αἱ ἄλλαι τέχναι τὸ τέλοςτέλος Fritzsche: not in MSS. ὕστερον τοῦτο ἔχουσι, μετὰ τὸ μαθεῖν καὶ τοὺς καρποὺς ἡδέως ἀπολαμβάνουσαι·ἀπολαμβάνουσαι Harmon: ἀπολαμβάνουσι MSS. πολλὴ γὰρ καὶ ὄρθιος οἶμος ἐς αὐτάς·αὐτάς vulg.: αὐτὴν MSS. ἡ δὲ παρασιτικὴ μόνη τῶν ἄλλων εὐθὺς ἀπολαύει τῆς τέχνης ἐν αὐτῷ τῷ μανθάνειν, καὶ ἅμα τε ἄρχεται καὶ ἐν τῷ τέλει ἐστίν.
14 καὶ μέντοι τῶν ἄλλων τεχνῶν οὐ τινές, ἀλλὰ πᾶσαι ἐπὶ μόνην τὴν τροφὴν γεγόνασιν, ὁ δὲ παράσιτος εὐθὺς ἔχει τὴν τροφὴν ἅμα τῷ ἄρξασθαι τῆς τέχνης. ἢ οὐκ ἐννοεῖς ὅτι ὁ μὲν γεωργὸς γεωργεῖ οὐ τοῦ γεωργεῖν ἕνεκα καὶ ὁ τέκτων τεκταίνεται οὐχὶ τοῦ τεκταίνεσθαι ἕνεκα, ὁ δὲ παράσιτος οὐχ ἕτερον μέν τι διώκει, ἀλλὰ τὸ αὐτὸ καὶ ἔργον μὲν ἐστὶν αὐτοῦ καὶ οὗ ἕνεκα γίγνεται;
15 καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπίσταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι,ἄγουσι MSS. add. καὶ αἱ πόλεις δὲ τὰς μὲν δι’  ἔτουες, τὰς δὲ ἐμμήνουε ἑορτὰς διατελοῦσι, excised by Harmon as a comment. Νote also διατελοῦσι or τελοῦσι, or ἐπιτελοῦσι. καὶ εὐφραίνεσθαι λέγονται τότε· ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκονθʼ ἡμέρας ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν.
16 ἔτι οἱ μὲν βουλόμενοι τὰς ἄλλας τέχνας κατορθοῦν ὀλιγοσιτίαις καὶ ὀλιγοποσίαις χρῶνται καθάπερ οἱ νοσοῦντες, πολυποσίαις δὲ καὶ πολυσιτίαις οὐκ ἔστιν εὐφραινόμενον μανθάνειν.
17 καὶ αἱ μὲν ἄλλαι τέχναι χωρὶς ὀργάνων οὐδαμῶς τῷ κεκτημένῳ ὑπηρετεῖν δύνανται· οὔτε γὰρ αὐλεῖν ἔνι χωρὶς αὐλῶν οὔτε ψάλλειν ἄνευ λύρας οὔτε ἱππεύειν ἄνευ ἵππου· αὕτη δὲ οὕτως ἐστὶν ἀγαθὴ καὶ οὐ βαρεῖα τῷ τεχνίτῃ, ὥστε ὑπάρχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ.
18 καὶ ὡς ἔοικεν ἄλλας τέχνας μανθάνομεν μισθὸν διδόντες, ταύτην δὲ λαμβάνοντες. ἔτι τῶν μὲν ἄλλων τεχνῶν εἰσι διδάσκαλοί τινες,
19 τῆς δὲ παρασιτικῆς οὐδείς, ἀλλʼ ὥσπερ ἡ ποιητικὴ κατὰ Σωκράτη καὶ αὕτη τινὶ θείᾳ μοίρᾳ παραγίγνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme