Thesauros Literature satire Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν Lucian of Samosata
31 ἕωθεν δὲ πάντων ἀπεγνωκότων καὶ νεκρὸν εὑρήσειν με οἰομένων καθάπερ τοὺς ἄλλους, προελθὼν ἀπροσδόκητος ἅπασι πρόσειμι τῷ Εὐβατίδῃ, εὖ ἀγγέλλων ὅτι καθαρὰν αὐτῷ καὶ ἀδείμαντον ἤδη ἐξῆνεὐαγγελιζόμμενος αὐτῷ ὅτι καθαρὰν αὐτοῦ καὶ ἀδείμαντον ἤδη ἕξει γ. Lucian borrows εὗ ἀγγέλλω from Plato: cf. Rutherford, New Phrynichus, p.:335. τὴν οἰκίαν οἰκεῖν. παραλαβὼν οὖν αὐτόν τε καὶ τῶν ἄλλων πολλοὺς — εἵποντο γὰρ τοῦ παραδόξου ἕνεκα — ἐκέλευον ἀγαγὼν ἐπὶ τὸν τόπον οὗ καταδεδυκότα τὸν δαίμονα ἑωράκειν, σκάπτειν λαβόντας δικέλλας καὶ σκαφεῖα, καὶ ἐπειδὴ ἐποίησαν, εὑρέθη ὅσον ἐπʼ ὀργυιὰν κατορωρυγμένος τις νεκρὸς ἕωλος μόνα τὰ ὀστᾶ κατὰ σχῆμα συγκείμενος. ἐκεῖνον μὲν οὖν ἐθάψαμεν ἀνορύξαντες, ἡ οἰκία δὲ τὸ ἀπʼ ἐκείνου ἐπαύσατο ἐνοχλουμένη ὑπὸ τῶν φασμάτων.
32 ὡς δὲ ταῦτα εἶπεν ὁ Ἀρίγνωτος, ἀνὴρ δαιμόνιος τὴν σοφίαν καὶ ἅπασιν αἰδέσιμος,θεσπέσιος εἶναι δοκῶν β. οὐδεὶς ἦν ἔτι τῶν παρόντων ὃς οὐχὶ κατεγίγνωσκέ μου πολλὴν τὴν ἄνοιαν τοῖς τοιούτοις ἀπιστοῦντος, καὶ ταῦτα Ἀριγνώτου λέγοντος. ἐγὼ δὲ ὅμως οὐδὲν τρέσας οὔτε τὴν κόμην οὔτε τὴν δόξαν τὴν περὶ αὐτοῦ, τί τοῦτʼ, ἔφην, ὦ Ἀρίγνωτε; καὶ σὺ τοιοῦτος ἦσθα, ἡ μόνη ἐλπὶς τῆς ἀληθείας — καπνοῦ μεστὸς καὶ ἰνδαλμάτων; τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφηνε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme