Thesauros Literature satire Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν Lucian of Samosata
38 εὖ γε ὑπέμνησας, ἦ δʼ ὃς ὁ Εὐκράτης, εἰπὼν τὴν δεισιδαιμονίαν. τί γάρ σοι, ὦ Τυχιάδη, περὶ τῶν τοιούτων δοκεῖ, λέγω δὴ χρησμῶν καὶ θεσφάτων καὶ ὅσα θεοφορούμενοί τινες ἀναβοῶσιν ἢ ἐξ ἀδύτων ἀκούεται ἢ παρθένος ἔμμετρα φθεγγομένη προθεσπίζει τὰ μέλλοντα; ἢ δηλαδὴ καὶ τοῖς τοιούτοις ἀπιστήσεις; ἐγὼ δὲ ὅτι μὲν καὶ δακτύλιόν τινα ἱερὸν ἔχω Ἀπόλλωνος τοῦ Πυθίου εἰκόνα ἐκτυποῦνταἐκτυποῦντα Fritzsche: ἐκτυποῦσαν γP: ἐκτυπούσης τῆς σφραγίδος Ν Vat.87 τὴν σφραγῖδα καὶ οὗτος ὁ Ἀπόλλων φθέγγεται πρὸς ἐμέ, οὐ λέγω, μή σοι ἄπιστα δόξω περὶ ἐμαυτοῦ μεγαλαυχεῖσθαι· ἃ δὲ ἈμφιλόχουἈμφιλόχου P: ἐν Ἀμφιλόχου γΝ. τε ἤκουσα ἐν Μαλλῷ, τοῦ ἥρωος ὕπαρ διαλεχθέντοςὅπαρ διαλεχθέντος Larcher: ὑπερδιαλεχθέντος MSS. μοι καὶ συμβουλεύσαντος περὶ τῶν ἐμῶν, καὶ ἃ εἶδον αὐτός, ἐθέλω ὑμῖν εἰπεῖν, εἶτα ἑξῆς ἃ ἐν Περγάμῳ εἶδον καὶ ἃ ἤκουσα ἐν Πατάροις.
38 Ὁπότε γὰρ ἐξ Αἰγύπτου ἐπανῄειν οἴκαδε ἀκούων τὸ ἐν Μαλλῷ τοῦτο μαντεῖον ἐπιφανέστατόν τε καὶ ἀληθέστατον εἶναι καὶ χρᾶν ἐναργῶς πρὸς ἔπος ἀποκρινόμενον οἷς ἂν ἐγγράψας τις εἰς τὸ γραμματεῖον παραδῷ τῷ προφήτῃ, καλῶς ἔχειν ἡγησάμην ἐν παράπλῳ πειραθῆναι τοῦ χρηστηρίου καί τι περὶ τῶν μελλόντων συμβουλεύσασθαι τῷ θεῷ —
39 ταῦτα ἔτι τοῦ Εὐκράτους λέγοντος ἰδὼν οἷ τὸ πρᾶγμα προχωρήσειν ἔμελλε καὶ ὡς οὐ μικρᾶς ἐνήρχετο τῆς περὶ τὰ χρηστήρια τραγῳδίας, οὐ δοκιμάσαςοὐ δοκεῖν οἰηθεὶς δεῖν β. μόνος ἀντιλέγειν ἅπασιν, ἀπολιπὼν αὐτὸν ἔτι διαπλέοντα ἐξ Αἰγύπτου εἰς τὴν Μαλλόν — καὶ γὰρ συνίειν ὅτι μοι ἄχθονται παρόντι καθάπερ ἀντισοφιστῇ τῶν ψευσμάτων — ἀλλʼ ἐγὼ ἄπειμι, ἔφην, Λεόντιχον ἀναζητήσων· δέομαι γάρ τι αὐτῷ συγγενέσθαι. ὑμεῖς δὲ ἐπείπερ οὐχ ἱκανὰ ἡγεῖσθε τὰ ἀνθρώπινα εἶναι, καὶ αὐτοὺς ἤδη τοὺς θεοὺς καλεῖτε συνεπιληψομένους ὑμῖν τῶν μυθολογουμένων καὶ ἅμα λέγων ἐξῄειν. οἱ δὲ ἄσμενοι ἐλευθερίας λαβόμενοι εἱστίων, ὡς τὸ εἰκός, αὑτοὺς καὶ ἐνεφοροῦντο τῶν ψευσμάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme