Thesauros Literature satire Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν Lucian of Samosata
7 καὶ αὐτός, ἦ δʼ ὃς ὁ Κλεόδημος, οὕτω πάλαι ἐγίγνωσκον, ἐλάφου χρῆναι τὸ δέρμα εἶναι, διότι ὠκὺ ἔλαφος· ἔναγχος δὲ Λίβυς ἀνὴρ σοφὸς τὰ τοιαῦτα μετεδίδαξέ με εἰπὼν ὠκυτέρους εἶναι τῶν ἐλάφων τοὺς λέοντας. ἀμέλει, ἔφη, καὶ αἱροῦσιν αὐτὰς διώκοντες.
8 ἐπῄνεσαν οἱ παρόντες ὡς εὖ εἰπόντος τοῦ Λίβυος. ἐγὼ δέ, οἴεσθε γάρ, ἔφην, ἐπῳδαῖς τισιν τὰ τοιαῦτα παύεσθαι ἢ τοῖς ἔξωθεν παραρτήμασιν τοῦ κακοῦ ἔνδον διατρίβοντος; ἐγέλασαν ἐπὶ τῷ λόγῳ καὶ δῆλοι ἦσαν κατεγνωκότες μου πολλὴν τὴν ἄνοιαν, εἰ μὴ ἐπισταίμην τὰ προδηλότατα καὶ περὶ ὧν οὐδεὶς ἂν εὖοὐδεὶς φρονῶν γ. φρονῶν ἀντείποι μὴ οὐχὶ οὕτως ἔχειν. ὁ μέντοι ἰατρὸς Ἀντίγονος ἐδόκει μοι ἡσθῆναι τῇ ἐρωτήσει μου· πάλαι γὰρ ἠμελεῖτο, οἶμαι, βοηθεῖν ἀξιῶν τῷ Εὐκράτει μετὰ τῆς τέχνης οἴνου τε παραγγέλλων ἀπέχεσθαι καὶ λάχανα σιτεῖσθαι καὶ ὅλως ὑφαιρεῖν τοῦ τόνου.
8 ὁ δʼ οὖν Κλεόδημος ὑπομειδιῶν ἅμα, τί λέγεις, ἔφη, ὦ Τυχιάδη; ἄπιστον εἶναί σοι δοκεῖ τὸ ἐκ τῶν τοιούτων γίγνεσθαί τινας ὠφελείας εἰς τὰ νοσήματα; ἔμοιγε, ἦν δʼ ἐγώ, εἰ μὴ πάνυ κορύζης τὴν ῥῖνα μεστὸς εἴην, ὡς πιστεύειν τὰ ἔξω καὶ μηδὲν κοινωνοῦντα τοῖς ἔνδοθεν ἐπεγείρουσι τὰ νοσήματα μετὰ ῥηματίων, ὥς φατε, καὶ γοητείας τινὸς ἐνεργεῖν καὶ τὴν ἴασιν ἐπιπέμπειν προσαρτώμενα. τὸ δʼ οὐκ ἂν γένοιτο, οὐδʼ ἢν εἰς τοῦ Νεμείου λέοντος τὸ δέρμα ἐνδήσῃ τις ἑκκαίδεκα ὅλας μυγαλᾶς· ἐγὼ γοῦν αὐτὸν τὸντὸν vulg.: not in MSS. λέοντα εἶδον πολλάκις χωλεύοντα ὑπʼ ἀλγηδόνων ἐν ὁλοκλήρῳ τῷ αὑτοῦ δέρματι.
9 πάνυ γὰρ ἰδιώτης, ἔφη ὁ Δεινόμαχος, εἶ καὶ τὰ τοιαῦτα οὐκ ἐμέλησέ σοι ἐκμαθεῖν ὅντινα τρόπον ὁμιλεῖὠφελεὶ N Vat. 87. τοῖς νοσήμασι προσφερόμενα, κἀμοὶ δοκεῖς οὐδὲ τὰ προφανέστατα ἂν παραδέξασθαι ταῦτα, τῶν ἐκ περιόδου πυρετῶν τὰς ἀποπομπὰς καὶ τῶν ἑρπετῶν τὰς καταθέλξεις καὶ βουβώνων ἰάσεις καὶ τἄλλα ὁπόσα καὶ αἱ γρᾶες ἤδη ποιοῦσιν. εἰ δὲ ἐκεῖνα γίγνεται ἅπαντα, τί δή ποτε οὐχὶ ταῦτα οἰήσῃ γίγνεσθαι ὑπὸ τῶν ὁμοίων;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme