4
παραπρεσβεύεις, ὦ οὗτος, ἰδίᾳ πάλαι ταύτῃ κοινολογούμενος.
4
οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθʼ ὑμῶν, ἀλλʼ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν.
4
ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα;
4
οὐκ οἶδα· φησὶ δʼ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ ἐξεπίτηδες ἤρετο.
4
τί οὖν; ἄγαμός ἐστιν;
4
οὐ δοκεῖ.
4
τί δέ; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ φιλόδοξός τις, ἢ τὸ πᾶν βουκόλος;
4
τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας.
4
ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν· μεμψιμοίρων γὰρ καὶ οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.
4
καὶ αὕτη σχεδὸν τὰ αὐτά με ἤρετο· διὸ μὴ χαλεπῶς ἔχε μηδʼ οἴου μειονεκτεῖν, εἴ τι καὶ ταύτῃ κατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην.
5
ἀλλὰ μεταξὺ λόγων ἤδη πολὺ προϊόντες ἀπεσπάσαμεν τῶν ἀστέρων καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν. ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν τὸν δικαστὴν τὸν Πάριν.
5
ποῦ δέ ἐστιν; οὐ γὰρ κἀμοὶ φαίνεται.
5
ταύτῃ, ὦ Ἥρα, πρὸς τὰ λαιὰ περισκόπει, μὴ πρὸς ἄκρῳ τῷ ὄρει, παρὰ δὲ τὴν πλευράν, οὗ τὸ ἄντρον, ἔνθα καὶ τὴν ἀγέλην ὁρᾷς.
5
ἀλλʼ οὐχ ὁρῶ τὴν ἀγέλην.
5
πῶς φής; οὐχ ὁρᾷς βοίδια κατὰ τὸν ἐμὸν οὑτωσὶ δάκτυλον ἐκ μέσων τῶν πετρῶν προερχόμενα καί τινα ἐκ τοῦ σκοπέλου καταθέοντα καλαύροπα ἔχοντα καὶ ἀνείργοντα μὴ πρόσω διασκίδνασθαι τὴν ἀγέλην;
5
ὁρῶ νῦν, εἴ γε ἐκεῖνός ἐστιν.
5
ἀλλὰ ἐκεῖνος. ἐπειδὴ δὲ πλησίον ἤδη ἐσμέν, ἐπὶ τῆς γῆς, εἰ δοκεῖ, καταστάντες βαδίζωμεν, ἵνα μὴ διαταράξωμεν αὐτὸν ἄνωθεν ἐξ ἀφανοῦς καθιπτάμενοι.
5
εὖ λέγεις, καὶ οὕτω ποιῶμεν. ἐπεὶ δὲ καταβεβήκαμεν, ὥρα σοι, ὦ Ἀφροδίτη, προϊέναι καὶ ἡγεῖσθαι ἡμῖν τῆς ὁδοῦ· σὺ γὰρ ὡς τὸ εἰκὸς ἔμπειρος εἶ τοῦ χωρίου πολλάκις, ὡς λόγος, κατελθοῦσα πρὸς Ἀγχίσην.
5
οὐ σφόδρα, ὦ Ἥρα, τούτοις ἄχθομαι τοῖς σκώμμασιν.