13
αὕτη σοι ἐγὼ πλησίον, καὶ σκόπει καθʼ ἓν ἀκριβῶς μηδὲν παρατρέχων, ἀλλʼ ἐνδιατρίβων ἑκάστῳ τῶν μερῶν. εἰ δʼ ἐθέλεις, ὦ καλέ, καὶ τάδε μου ἄκουσον. ἐγὼ γὰρ πάλαι ὁρῶσά σε νέον ὄντα καὶ καλὸν ὁποῖον οὐκ οἶδα εἴ τινα ἕτερον ἡ Φρυγία τρέφει, μακαρίζω μὲν τοῦ κάλλους, αἰτιῶμαι δὲ τὸ μὴ ἀπολιπόντα τοὺς σκοπέλους καὶ ταυτασὶ τὰς πέτρας κατʼ ἄστυ ζῆν, ἀλλὰ διαφθείρειν τὸ κάλλος ἐν ἐρημίᾳ. τί μὲν γὰρ ἂν σὺ ἀπολαύσειας τῶν ὀρῶν; τί δʼ ἂν ἀπόναιντο τοῦ σοῦ κάλλους αἱ βόες; ἔπρεπεν δὲ ἤδη σοι καὶ γεγαμηκέναι, μὴ μέντοι ἀγροῖκόν τινα καὶ χωρῖτιν, οἷαι κατὰ τὴν Ἴδην αἱ γυναῖκες, ἀλλά τινα ἐκ τῆς Ἑλλάδος, ἢ Ἀργόθεν ἢ ἐκ Κορίνθου ἢ Λάκαιναν οἵαπερ ἡ Ἑλένη ἐστίν, νέα τε καὶ καλὴ καὶ κατʼ οὐδὲν ἐλάττων ἐμοῦ, καὶ τὸ δὴ μέγιστον, ἐρωτική. ἐκείνη γὰρ εἰ καὶ μόνον θεάσαιτό σε, εὖ οἶδα ἐγὼ ὡς ἅπαντα ἀπολιποῦσα καὶ παρασχοῦσα ἑαυτὴν ἔκδοτον ἕψεται καὶ συνοικήσει. πάντως δὲ καὶ σὺ ἀκήκοάς τι περὶ αὐτῆς.
13
οὐδέν, ὦ Ἀφροδίτη· νῦν δὲ ἡδέως ἂν ἀκούσαιμί σου τὰ πάντα διηγουμένης.
14
αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφʼ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος.
14
ποία δὲ τὴν ὄψιν ἐστί;
14
λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφʼ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος. οὐ μὴν ἀλλʼ ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους. εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον.
14
πῶς φής; τὸν τῆς γεγαμημένης;
14
νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν.
14
πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.
15
σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη. τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον, ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.
15
τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάρῳ καὶ ξένῳ συνεκπλεῦσαι.