Thesauros Literature satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
21 οἱ μὲν δὴ ἔξω ἄνθρωποι τὸ μετὰ τοῦτο ζηλοῦσί σε ὁρῶντες ἐντὸς τῆς κιγκλίδος διατρίβοντα καὶ ἀκωλύτως εἰσιόντα καὶ τῶν πάνυ τινὰ ἔνδον γεγενημένον· σὺ δὲ αὐτὸς οὐδέπω ὁρᾷς οὗτινος ἕνεκα εὐδαίμων αὐτοῖς εἶναι δοκεῖς. πλὴν ἀλλὰ χαίρεις γε καὶ σεαυτὸν ἐξαπατᾷς καὶ ἀεὶ τὰ μέλλοντα βελτίω γενήσεσθαι νομίζεις. τὸ δʼ ἔμπαλιν ἢ σὺ ἤλπισας γίγνεται καὶ ὡς ἡ παροιμία φησίν, ἐπὶ Μανδροβούλου χωρεῖ τὸ πρᾶγμα, καθʼ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἀποσμικρυνόμενον καὶ εἰς τοὐπίσω ἀναποδίζον.
22 ἠρέμα οὖν καὶ κατʼ ὀλίγον, ὥσπερ ἐν ἀμυδρῷ τῷ φωτὶ τότε πρῶτον διαβλέπων, ἄρχῃ κατανοεῖν ὡς αἱ μὲν χρυσαῖ ἐκεῖναι ἐλπίδες οὐδὲν ἀλλʼ ἢ φῦσαί τινες ἦσαν ἐπίχρυσοι, βαρεῖς δὲ καὶ ἀληθεῖς καὶ ἀπαραίτητοι καὶ συνεχεῖς οἱ πόνοι. τίνες οὗτοι; ἴσως ἐρήσῃ με· οὑχ ὁρῶ γὰρ ὅ τι τὸ ἐπίπονον ἐν ταῖς τοιαύταις συνουσίαις ἐστὶν οὐδʼ ἐπινοῶ ἅτινα ἔφησθα τὰ καματηρὰ καὶ ἀφόρητα. οὐκοῦν ἄκουσον, ὦ γενναῖε, μὴ εἰ κάματος ἔνεστιν ἐν τῷ πράγματι μόνον ἐξετάζων, ἀλλὰ καὶ τὸ αἰσχρὸν καὶ ταπεινὸν καὶ συνόλως δουλοπρεπὲς οὐκ ἐν παρέργῳ τῆς ἀκροάσεως τιθέμενος.
23 καὶ πρῶτόν γε μέμνησο μηκέτι ἐλεύθερον τὸ ἀπʼ ἐκείνου μηδὲ εὐπατρίδην σεαυτὸν οἴεσθαι. πάντα γὰρ ταῦτα, τὸ γένος, τὴν ἐλευθερίαν, τοὺς προγόνους ἔξω τοῦ ὀδοῦ καταλείψων ἴσθι ἐπειδὰν ἐπὶ τοιαύτην σαυτὸν λατρείαν ἀπεμπολήσας εἰσίῃς· οὐ γὰρ ἐθελήσει σοι ἡ Ἐλευθερία συνεισελθεῖν ἐφʼ οὕτως ἀγεννῆ πράγματα καὶ ταπεινὰ εἰσιόντι. δοῦλος οὖν, εἰ καὶ πάνυ ἀχθέσῃ τῷ ὀνόματι, καὶ οὐχ ἑνός, ἀλλὰ πολλῶν δοῦλος ἀναγκαίως ἔσῃ καὶ θητεύσεις κάτω νενευκὼς ἕωθεν εἰς ἑσπέραν ἀεικελίῳ ἐπὶ μισθῷ. καὶ ἅτε δὴ μὴ ἐκ παίδων τῇ Δουλείᾳ συντραφείς, ὀψιμαθήσας δὲ καὶ πόρρω που τῆς ἡλικίας παιδευόμενος πρὸς αὐτῆς οὐ πάνυ εὐδόκιμος ἔσῃ οὐδὲ πολλοῦ ἄξιος τῷ δεσπότῃ· διαφθείρει γάρ σε ἡ μνήμη τῆς ἐλευθερίας ὑπιοῦσα καὶ ἀποσκιρτᾶν ἐνίοτε ποιεῖ καὶ διʼ αὐτὸ ἐν τῇ δουλείᾳ πονηρῶς ἀπαλλάττειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme