Thesauros Literature satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
8 τὸ μὲν δὴ διʼ ἡδονῆς ἐπιθυμίαν ἅπαντα ὑπομένειν οὐ πάνυ ἴσως ὑπαίτιον, ἀλλὰ συγγνώμη εἴ τις ἡδονῇ χαίρει καὶ τοῦτο ἐξ ἅπαντος θεραπεύει ὅπως μεθέξει αὐτῆς. καίτοι αἰσχρὸν ἴσως καὶ ἀνδραποδῶδες ἀποδόσθαι διὰ ταύτην ἑαυτόν· πολὺ γὰρ ἡδίων ἡ ἐκ τῆς ἐλευθερίας ἡδονή. ὅμως δʼ οὖν ἐχέτω τινὰ συγγνώμην αὐτοῖς, εἰ ἐπιτυγχάνοιτο· τὸ δὲ διʼ ἡδονῆς ἐλπίδα μόνον πολλὰς ἀηδίας ὑπομένειν γελοῖον οἶμαι καὶ ἀνόητον, καὶ ταῦτα ὁρῶντας ὡς οἱ μὲν πόνοι σαφεῖς καὶ πρόδηλοι καὶ ἀναγκαῖοι, τὸ δὲ ἐλπιζόμενον ἐκεῖνο, ὁτιδήποτέ ἐστιν τὸ ἡδύ, οὔτε ἐγένετό πω τοσούτου χρόνου, προσέτι δὲ οὐδὲ γενήσεσθαι ἔοικεν, εἴ τις ἐκ τῆς ἀληθείας λογίζοιτο. οἱ μέν γε τοῦ Ὀδυσσέως ἑταῖροι γλυκύν τινα τὸν λωτὸν ἐσθίοντες ἠμέλουν τῶν ἄλλων καὶ πρὸς τὸ παρὸν ἡδὺ τῶν καλῶς ἐχόντων κατεφρόνουν· ὥστε οὐ πάντῃ ἄλογος αὐτῶν ἡ λήθη τοῦ καλοῦ, πρὸς τῷ ἡδεῖ ἐκείνῳ τῆς ψυχῆς διατριβούσης. τὸ δὲ λιμῷ συνόντα παρεστῶτα ἄλλῳ τοῦ λωτοῦ ἐμφορουμένῳ μηδὲν μεταδιδόντι ὑπὸ ἐλπίδος μόνης τοῦ κἂν αὐτὸν παραγεύσασθαί ποτε δεδέσθαι, τῶν καλῶς καὶ ὀρθῶς ἐχόντων ἐπιλελησμένον, Ἡράκλεις, ὡς καταγέλαστον καὶ πληγῶν τινων Ὁμηρικῶν ὡς ἀληθῶς δεόμενον.
9 τὰ μὲν τοίνυν πρὸς τὰς συνουσίας αὐτοὺς ἄγοντα καὶ ἀφʼ ὧν αὑτοὺς φέροντες ἐπιτρέπουσι τοῖς πλουσίοις χρῆσθαι πρὸς ὅ τι ἂν ἐθέλωσιν, ταῦτά ἐστιν ἢ ὅτι ἐγγύτατα τούτων, πλὴν εἰ μὴ κἀκείνων τις μεμνῆσθαι ἀξιώσειεν τῶν καὶ μόνῃ τῇ δόξῃ ἐπαιρομένων τοῦ συνεῖναι εὐπατρίδαις τε καὶ εὐπαρύφοις ἀνδράσιν· εἰσὶν γὰρ οἳ καὶ τοῦτο περίβλεπτον καὶ ὑπὲρ τοὺς πολλοὺς νομίζουσιν, ὡς ἔγωγε τοὐμὸν ἴδιον οὐδὲ βασιλεῖ τῷ μεγάλῳ αὐτὸ μόνον συνεῖναι καὶ συνὼν ὁρᾶσθαι μηδὲν χρηστὸν ἀπολαύων τῆς συνουσίας δεξαίμην ἄν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme