Thesauros Literature satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
11 ἐπειδὰν δὲ πολλὰς μὲν ἀΰπνους νύκτας ἰαύσῃς ἤματα δʼ αἱματόεντα διαγάγῃς, οὐ μὰ Δία τῆς Ἑλένης ἕνεκα οὐδὲ τῶν Πριάμου Περγάμων, ἀλλὰ τῶν ἐλπιζομένων πέντε ὀβολῶν, τύχῃς δὲ καὶ τραγικοῦ τινος θεοῦ συνιστάντος, ἐξέτασις τοὐντεῦθεν εἰ οἶσθα τὰ μαθήματα. καὶ τῷ μὲν πλουσίῳ ἡ διατριβὴ οὐκ ἀηδὴς ἐπαινουμένῳ καὶ εὐδαιμονιζομένῳ, σοὶ δὲ ὁ ὑπὲρ τῆς ψυχῆς ἀγὼν καὶ ὑπὲρ ἅπαντος τοῦ βίου τότε προκεῖσθαι δοκεῖ· ὑπεισέρχεται γὰρ εἰκότως τὸ μηδʼ ὑπʼ ἄλλου ἂν καταδεχθῆναι πρὸς τοῦ προτέρου ἀποβληθέντα καὶ δόξαντα εἶναι ἀδόκιμον. ἀνάγκη τοίνυν εἰς μυρία διαιρεθῆναι τότε, τοῖς μὲν ἀντεξεταζομένοις φθονοῦντα, — τίθει γὰρ καὶ ἄλλους εἶναι τῶν αὐτῶν ἀντιποιουμένους — αὐτὸν δὲ πάντα ἐνδεῶς εἰρηκέναι νομίζοντα, φοβούμενον δὲ καὶ ἐλπίζοντα καὶ πρὸς τὸ ἐκείνου πρόσωπον ἀτενίζοντα καὶ εἰ μὲν ἐκφαυλίζοι τι τῶν λεγομένων, ἀπολλύμενον, εἰ δὲ μειδιῶν ἀκούοι, γεγηθότα καὶ εὔελπιν καθιστάμενον.
12 εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν. εἶτʼ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἴ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή.
12 μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτʼ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι. χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι· μόνως γὰρ ἂν οὕτως κρατήσειας.
12 Εἶεν· καὶ δὴ εὐτύχηταί σοι πάνταεὐχῆς du Soul: εὐτυχὴς (—ῆς, —εῖς) MSS. εὐχῆς μειζόνως· αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ τῶν φίλων οἱ ἐντιμότατοι καὶ οἷς μάλιστα πιστεύει τὰ τοιαῦτα οὐκ ἀπέτρεψαν· ἔτι δὲ καὶ ἡ γυνὴ βούλεται, οὐκ ἀντιλέγει δὲ οὔτε ὁ ἐπίτροπος οὔτε ὁ οἰκονόμος· οὐδέ τις ἐμέμψατό σου τὸν βίον, ἀλλὰ πάντα ἵλεω καὶ πανταχόθεν αἴσια τὰ ἱερά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme