Thesauros Literature satire Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων Lucian of Samosata
27 καὶ μὴν καὶ δρομικοὺς εἶναι ἀσκοῦμεν αὐτοὺς εἰς μῆκός τε διαρκεῖν ἐθίζοντες καὶ εἰς τὸ ἐν βραχεῖ ὠκύτατον ἐπικουφίζοντες· καὶ ὁ δρόμος οὐ πρὸς τὸ στερρὸν καὶ ἀντίτυπον, ἀλλὰ ἐν ψάμμῳ βαθείᾳ, ἔνθα οὔτε βεβαίως ἀπερεῖσαι τὴν βάσιν οὔτε ἐπιστηρίξαι ῥᾴδιον ὑποσυρομένου πρὸς τὸ ὑπεῖκον τοῦ ποδός. ἀλλὰ καὶ ὑπεράλλεσθαι τάφρον, εἰ δέοι, ἢ εἴ τι ἄλλο ἐμπόδιον, καὶ πρὸς τοῦτο ἀσκοῦνται ἡμῖν, ἔτι καὶ μολυβδίδας χειροπληθεῖς ἐν ταῖν χεροῖν ἔχοντες. εἶτα περὶ ἀκοντίου βολῆς εἰς μῆκος ἁμιλλῶνται. εἶδες δὲ καὶ ἄλλο τι ἐν τῷ γυμνασίῳ χαλκοῦν περιφερές, ἀσπίδι μικρᾷ ἐοικὸς ὄχανον οὐκ ἐχούσῃ οὐδὲ τελαμῶνας, καὶ ἐπειράθης γε αὐτοῦ κειμένου ἐν τῷ μέσῳ καὶ ἐδόκει σοι βαρὺ καὶ δύσληπτον ὑπὸ λειότητος. ἐκεῖνο τοίνυν ἄνω τε ἀναρριπτοῦσιν εἰς τὸν ἀέρα καὶ εἰς τὸ πόρρω, φιλοτιμούμενοι ὅστις ἐπὶ μήκιστον ἐξέλθοι καὶ τοὺς ἄλλους ὑπερβάλοιτο· καὶ ὁ πόνος οὗτος ὤμους τε αὐτῶν κρατύνει καὶ τόνον τοῖς ἄκροις ἐντίθησιν.
28 ὁ πηλὸς δὲ καὶ ἡ κόνις, ἅπερ σοι γελοιότερα ἐξ ἀρχῆς ἔδοξεν, ἄκουσον, ὦ θαυμάσιε, ὅτου ἕνεκα ὑποβέβληται. πρῶτον μέν, ὡς μὴ ἐπὶ τὸ κραταιὸν ἡ πτῶσις αὐτοῖς γίγνοιτο, ἀλλʼ ἐπὶ τὸ μαλακὸν ἀσφαλῶς πίπτοιεν· ἔπειτα καὶ τὸν ὄλισθον ἀνάγκη πλείω γίγνεσθαι, ἱδρούντων ἐν τῷ πηλῷ, ὃ σὺ ταῖς ἐγχέλεσιν εἴκαζες, οὐκ ἀχρεῖον οὐδὲ γελοῖον ὄν, ἀλλὰ καὶ τοῦτο εἰς ἰσχὺν καὶ τόνον οὐκ ὀλίγα συντελεῖ, ὁπόταν οὕτως ἐχόντων ἀλλήλων ἀναγκάζωνται ἐγκρατῶς ἀντιλαμβάνεσθαι καὶ συνέχειν διολισθάνοντας· αἴρεσθαί τε ἐν πηλῷ ἱδρωκότα μετʼ ἐλαίου, ἐκπεσεῖν καὶ διαρρυῆναι τῶν χειρῶν σπουδάζοντα, μὴ μικρὸν εἶναι νόμιζε. καὶ ταῦτα πάντα, ὥσπερ ἔφην ἔμπροσθεν, εἰς τοὺς πολέμους καὶ χρήσιμα, εἰ δέοι φίλον τρωθέντα ῥᾳδίως ἀράμενον ὑπεξενεγκεῖν ἢ καὶ πολέμιον συναρπάσαντα ἥκειν μετέωρον κομίζοντα. καὶ διὰ τοῦτο εἰς ὑπερβολὴν ἀσκοῦμεν, τὰ χαλεπώτερα προτιθέντες ὡς τὰ μικρότερα μακρῷ εὐκολώτερον φέροιεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme