Thesauros Literature satire Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων Lucian of Samosata
29 τὴν μέντοι κόνιν ἐπὶ τὸ ἐναντίον χρησίμην οἰόμεθα εἶναι, ὡς μὴ διολισθάνοιεν συμπλεκόμενοι. ἐπειδὰν γὰρ ἐν τῷ πηλῷ ἀσκηθῶσιν συνέχειν τὸ διαδιδρᾶσκον ὑπὸ γλισχρότητος, ἐθίζονται ἐκφεύγειν αὐτοὶ ληφθέντες ἐκ τῶν χειρῶν, καὶ ταῦτα ἐν ἀφύκτῳ ἐχόμενοι. καὶ μὴν καὶ τὸν ἱδρῶτα συνέχειν δοκεῖ ἡ κόνις ἀθρόον ἐκχεόμενον ἐπιπαττομένη, καὶ ἐπὶ πολὺ διαρκεῖν ποιεῖ τὴν δύναμιν, καὶ κώλυμα γίγνεται μὴ βλάπτεσθαι ὑπὸ τῶν ἀνέμων ἀραιοῖς τότε καὶ ἀνεῳγόσιν τοῖς σώμασιν ἐμπιπτόντων. ἄλλως τε καὶ τὸν ῥύπον ἀποσμᾷ καὶ στιλπνότερον ποιεῖ τὸν ἄνδρα. καὶ ἔγωγε ἡδέως ἂν παραστησάμενος πλησίον τῶν τε λευκῶν τινα ἐκείνων καὶ ὑπὸ σκιᾷ δεδιῃτημένων καὶ ὃν ἂν ἕλῃ τῶν ἐν τῷ Λυκείῳ γυμναζομένων, ἀποπλύναςἀποπλύνας Dindorf: ἀποπλῦναι MSS. τὴν κόνιν καὶ τὸν πηλόν, ἐροίμην ἄν σε ποτέρῳ ἂν ὅμοιος εὔξαιο γενέσθαι· οἶδα γὰρ ὡς αὐτίκα ἕλοιο ἂν ἐκ πρώτης προσόψεως, εἰ καὶ μὴ ἐπὶ τῶν ἔργων πειραθείης ἑκατέρου, συνεστηκὼς καὶ συγκεκροτημένος εἶναι μᾶλλον ἢ θρύπτεσθαι καὶ διαρρεῖν καὶ λευκὸςλευκὸς C. C. Reitz: λευκὸν MSS. εἶναι ἀπορίᾳ καὶ φυγῇ εἰς τὰ εἴσω τοῦ αἵματος.
30 ταῦτʼ ἔστιν, ὦ Ἀνάχαρσι, ἃ τοὺς νέους ἡμεῖς ἀσκοῦμεν οἰόμενοι φύλακας ἡμῖν τῆς πόλεως ἀγαθοὺς γενέσθαι καὶ ἐν ἐλευθερίᾳ βιώσεσθαι διʼ αὐτούς, κρατοῦντες μὲν τῶν δυσμενῶν εἰ ἐπίοιεν, φοβεροὶ δὲ τοῖς περιοίκοις ὄντες, ὡς ὑποπτήσσειν τε καὶ ὑποτελεῖν ἡμῖν τοὺς πλείστους αὐτῶν. ἐν εἰρήνῃ τε αὖ πολὺ ἀμείνοσιν αὐτοῖς χρώμεθα περὶ μηδὲν τῶν αἰσχρῶν φιλοτιμουμένοις μηδʼ ὑπʼ ἀργίας εἰς ὕβριν τρεπομένοις, ἀλλὰ περὶ τὰ τοιαῦτα διατρίβουσιν καὶ ἀσχόλοις οὖσιν ἐν αὐτοῖς. καὶ ὅπερ ἔφην τὸ κοινὸν ἀγαθὸν καὶ τὴν ἄκραν πόλεως εὐδαιμονίαν, τοῦτʼ ἔστιν, ὁπότεὁπότε Dindorf: ὁπόταν MSS. εἰς τε εἰρήνην καὶ εἰς πόλεμον τὰ ἄριστα παρεσκευασμένη φαίνοιτο ἡ νεότης περὶ τὰ κάλλιστα ἡμῖν σπουδάζοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme