Thesauros Literature satire Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων

Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων Lucian of Samosata
16 ἄμεινον, ὦ Σόλων, οὕτως· καθʼ ὁδὸν γὰρ ἂν ἡμῖν ὁ λόγος μᾶλλον προχωροίη, καὶ τάχʼ ἂν ἴσως ἀπὸ τούτων πεισθείην μηδὲ ἐκείνων ἔτι καταγελᾶν, εἴ τινα ἴδοιμι σεμνυνόμενον κοτίνῳ ἢ σελίνῳ ἐστεφανωμένον. ἀλλʼ εἰ δοκεῖ, εἰς τὸ σύσκιον ἐκεῖσε ἀπελθόντες καθίσωμεν ἐπὶ τῶν θάκων, ὡς μὴ ἐνοχλοῖεν ἡμῖν οἱοἱ Jacobs: not in MSS. ἐπικεκραγότες τοῖς παλαίουσιν. ἄλλως τε — εἰρήσεται γάρ — οὐδὲ τὸν ἥλιον ἔτι ῥᾳδίως ἀνέχομαι ὀξὺν καὶ φλογμώδη ἐμπίπτοντα γυμνῇ τῇ κεφαλῇ. τὸν γὰρ πῖλόν μοι ἀφελεῖν οἴκοθεν ἔδοξεν, ὡς μὴ μόνος ἐν ὑμῖν ξενίζοιμι τῷ σχήματι. ἡ δὲ ὥρα τοῦ ἔτους ὅ τι περ τὸ πυρωδέστατόν ἐστι, τοῦ ἀστέρος ὃν ὑμεῖς κύνα φατὲ πάντα καταφλέγοντος καὶ τὸν ἀέρα ξηρὸν καὶ διακαῆ τιθέντος, ὅ τε ἥλιος κατὰ μεσημβρίαν ἤδη ὑπὲρ κεφαλῆς ἐπικείμενος φλογμὸν τοῦτον οὐ φορητὸν ἐπάγει τοῖς σώμασιν. ὥστε καὶ σοῦ θαυμάζω, ὅπως γηραιὸς ἤδη ἄνθρωπος οὔτε ἰδίεις πρὸς τὸ θάλπος ὥσπερ ἐγὼ οὔτε ὅλως ἐνοχλουμένῳ ἔοικας, οὐδὲ περιβλέπεις σύσκιόν τι ἔνθα ὑποδύσῃ, ἀλλὰ δέχῃ τὸν ἥλιον εὐμαρῶς.
16 οἱ μάταιοι γὰρ οὗτοι πόνοι, ὦ Ἀνάχαρσι, καὶ αἱ συνεχεῖς ἐν τῷ πηλῷ κυβιστήσεις καὶ αἱ ὕπαιθροι ἐν τῇ ψάμμῳ ταλαιπωρίαι τοῦτο ἡμῖν τὸ ἀμυντήριον παρέχουσι πρὸς τὰς τοῦ ἡλίου βολάς, καὶ οὐκέτι πίλου δεόμεθα ὃς τὴν ἀκτῖνα κωλύσει καθικνεῖσθαι τῆς κεφαλῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme