18
καὶ ἰδοὺ γὰρ ἤδη ἐκφυγόντες τὸν ἥλιον ἐν τῷ συνηρεφεῖ ἐσμεν, καὶ καθέδρα μάλα ἡδεῖα καὶ εὔκαιρος ἐπὶ ψυχροῦ τοῦ λίθου. λέγε οὖν τὸν λόγον ἐξ ἀρχῆς καθʼ ὅ τι τοὺς νέους παραλαβόντες ἐκ παίδων εὐθὺς διαπονεῖτε, καὶ ὅπως ὑμῖν ἄριστοι ἄνδρες ἀποβαίνουσιν ἐκ τοῦ πηλοῦ καὶ τῶν ἀσκημάτων τούτων, καὶ τί ἡ κόνις καὶ τὰ κυβιστήματα συντελεῖ πρὸς ἀρετὴν αὐτοῖς. τοῦτο γὰρ δὴ μάλιστα ἐξ ἀρχῆς εὐθὺς ἐπόθουν ἀκοῦσαι· τὰ δʼ ἄλλα εἰς ὕστερον διδάξῃ με κατὰ καιρὸν ἕκαστον ἐν τῷ μέρει. ἐκείνου μέντοι, ὦ Σόλων, μέμνησό μοι παρὰ τὴν ῥῆσιν, ὅτι πρὸς ἄνδρα βάρβαρον ἐρεῖς. λέγω δὲ ὡς μὴ περιπλέκῃς μηδὲ ἀπομηκύνῃς τοὺς λόγους· δέδια γὰρ μὴ ἐπιλανθάνωμαι τῶν πρώτων, εἰ τὰ μετὰ ταῦτα πολλὰἐπιρρέοι Lehmann: ἐπιρρέῃ MSS. ἐπιρρέοι.
19
σὺ τοῦτο, ὦ Ἀνάχαρσι, ταμιεύσῃ ἄμεινον, ἔνθα ἄν σοι δοκῇ μὴ πάνυ σαφὴς ὁ λόγος εἶναι ἢ πόρρω ποι ἀποπλανᾶσθαι εἰκῆ ῥέων· ἐρήσῃ γὰρ μεταξὺ ὅ τι ἂν ἐθέλῃς καὶ διακόψεις αὐτοῦ τὸ μῆκος. ἢν μέντοι μὴ ἐξαγώνια μηδὲ πόρρω τοῦ σκοποῦ τὰ λεγόμενα ᾖ, κωλύσει οὐδέν, οἶμαι, εἰ καὶ μακρὰ λέγοιτο, ἐπεὶ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, ἥπερ τὰς φονικὰς ἡμῖν δίκας δικάζει, πάτριον οὕτω ποιεῖν. ὁπόταν γὰρ ἀνελθοῦσα εἰς τὸν πάγον συγκαθέζηται φόνου ἢ τραύματος ἐκ προνοίας ἢ πυρκαϊᾶς δικάσοντες, ἀποδίδοται λόγος ἑκατέρῳ τῶν κρινομένων καὶ λέγουσιν ἐν τῷ μέρει ὁ μὲν διώκων ὁ δὲ φεύγων, ἢ αὐτοὶ ἢ ῥήτορας ἀναβιβάζονται τοὺς ἐροῦντας ὑπὲρ αὐτῶν. οἱ δὲ ἔστʼ ἂν μὲν περὶ τοῦ πράγματος λέγωσιν, ἀνέχεται ἡ βουλὴ καθʼ ἡσυχίαν ἀκούουσα· ἢν δέ τις ἢ φροίμιον εἴπῃ πρὸ τοῦ λόγου, ὡς εὐνουστέρους ἀπεργάσαιτο αὐτούς, ἢ οἶκτον ἢ δείνωσιν ἔξωθεν ἐπάγῃἐπάγη Fritzsche: ἐπάγοι MSS. τῷ πράγματι — οἷα πολλὰ ῥητόρων παῖδες ἐπὶ τοὺς δικαστὰς μηχανῶνται — παρελθὼν ὁ κῆρυξ κατεσιώπησεν εὐθύς, οὐκ ἐῶν ληρεῖν πρὸς τὴν βουλὴν καὶ περιπέττειν τὸ πρᾶγμα ἐν τοῖς λόγοις, ὡς γυμνὰ τὰ γεγενημένα οἱ Ἀρεοπαγῖται βλέποιεν.