Thesauros Literature satire Μένιππος ἢ Νεκυομαντεία

Μένιππος ἢ Νεκυομαντεία

Μένιππος ἢ Νεκυομαντεία Lucian of Samosata
8 αὐτὸς μὲν οὖν μαγικήν τινα ἐνέδυ στολὴν τὰ πολλὰ ἐοικυῖαν τῇ Μηδικῇ, ἐμὲ δὲ τουτοισὶ φέρων ἐνεσκεύασε, τῷ πίλῳ καὶ τῇ λεοντῇ καὶ προσέτι τῇ λύρᾳ, καὶ παρεκελεύσατο, ἤν τις ἔρηταί με τοὔνομα, Μένιππον μὴ λέγειν, Ἡρακλέα δὲ ἢ Ὀδυσσέα ἢ Ὀρφέα.
8 ὡς δὴ τί τοῦτο, ὦ Μένιππε; οὐ γὰρ συνίημι τὴν αἰτίαν οὔτε τοῦ σχήματος οὔτε τῶν ὀνομάτων.
8 καὶ μὴν πρόδηλόν γε τοῦτο καὶ οὐ παντελῶς ἀπόρρητον· ἐπεὶ γὰρ οὗτοι πρὸ ἡμῶν ζῶντες εἰς Ἅιδου κατεληλύθεσαν, ἡγεῖτο, εἴ με ἀπεικάσειεν αὐτοῖς, ῥᾳδίως ἂν τὴν τοῦ Αἰακοῦ φρουρὰν διαλαθεῖν καὶ ἀκωλύτως ἂν παρελθεῖν ἅτε συνηθέστερον, τραγικῶς μάλα παραπεμπόμενον ὑπὸ τοῦ σχήματος.
9 ἤδη δʼ οὖν ὑπέφαινεν ἡμέρα, καὶ κατελθόντες ἐπὶ τὸν ποταμὸν περὶ ἀναγωγὴν ἐγιγνόμεθα. παρεσκεύαστο δʼ αὐτῷ καὶ σκάφος καὶ ἱερεῖα καὶ μελίκρατον καὶ ἄλλα ὅσα πρὸς τὴν τελετὴν χρήσιμα. ἐμβαλόμενοι οὖν ἅπαντα τὰ παρεσκευασμένα οὕτω δὴ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.
9 Καὶ μέχρι μέν τινος ὑπεφερόμεθα ἐν τῷ ποταμῷ, εἶτα δὲ εἰσεπλεύσαμεν εἰς τὸ ἕλος καὶ τὴν λίμνην εἰς ἣν ὁ Εὐφράτης ἀφανίζεται. περαιωθέντες δὲ καὶ ταύτην ἀφικνούμεθα εἰς τι χωρίον ἔρημον καὶ ὑλῶδες καὶ ἀνήλιον, εἰς ὃ καὶ δὴ ἀποβάντες — ἡγεῖτο δὲ ὁ Μιθροβαρζάνης — βόθρον τε ὠρυξάμεθα καὶ τὰ μῆλα κατεσφάξαμεν καὶ τὸ αἷμα περὶ αὐτὸν ἐσπείσαμεν. ὁ δὲ μάγος ἐν τοσούτῳ δᾷδα καιομένην ἔχων οὐκέτʼ ἠρεμαίᾳ τῇ φωνῇ, παμμέγεθες δέ, ὡς οἷός τε ἦν, ἀνακραγὼν δαίμονάς τε ὁμοῦ πάντας ἐπεβοᾶτο καὶ Ποινὰς καὶ Ἐρινύας καὶ νυχίαν Ἑκάτην καὶ ἐπαινὴν Περσεφόνειαν, παραμιγνὺς ἅμα βαρβαρικά τινα καὶ ἄσημα ὀνόματα καὶ πολυσύλλαβα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme