Thesauros Literature satire Ῥητόρων Διδάσκαλος

Ῥητόρων Διδάσκαλος

Ῥητόρων Διδάσκαλος Lucian of Samosata
8 πλὴν τό γε τοσοῦτον προσθήσειν μοι δοκῶ, διότι ἡ μὲν τραχεῖα ἐκείνη καὶ ἀνάντης οὐ πολλὰ ἴχνη τῶν ὁδοιπόρων εἶχεν, εἰ δέ τινα, πάνυ παλαιά. καὶ ἔγωγε κατʼ ἐκείνην ἄθλιος ἀνῆλθον τοσαῦτα καμὼν οὐδὲν δέον· ἡ ἑτέρα δὲ ἅτε ὁμαλὴ οὖσα καὶ ἀγκύλον οὐδὲν ἔχουσα πόρρωθέν μοι ἐφάνη οἵα ἐστὶν οὐχ ὁδεύσαντι αὐτῷ. οὐ γὰρ ἑώρων νέος ὢν ἔτι τὸ βέλτιον, ἀλλὰ τὸν ποιητὴν ἐκεῖνον ἀληθεύειν ᾤμην λέγοντα ἐκ τῶν πόνων φύεσθαι τὰ ἀγαθά. τὸ δʼ οὐκ εἶχεν οὕτως· ἀπονητὶ γοῦν ὁρῶ τοὺς πολλοὺς μειζόνων ἀξιουμένους εὐμοιρίᾳ τῆς αἱρέσεως τῶν λόγων καὶ ὁδῶν.
8 ἐπὶ δʼ οὖν τὴν ἀρχὴν ἀφικόμενος εὖ οἶδʼ ὅτι ἀπορήσεις, καὶ ἤδη ἀπορεῖς, ποτέραν τρεπτέον. ὡς οὖν ποιήσας ἤδη ῥᾷστα ἐπὶ τὸ ἀκρότατον ἀναβήσῃ καὶ εὐδαιμονήσεις καὶ γαμήσεις καὶ θαυμαστὸς πᾶσι δόξεις, ἐγώ σοι φράσω· ἱκανὸν γὰρ τὸ αὐτὸν ἐξαπατηθῆναι καὶ πονῆσαι. σοὶ δὲ ἄσπορα καὶ ἀνήροτα πάντα φυέσθω καθάπερ ἐπὶ τοῦ Κρόνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme