22
ἔχρη οὖν καὶ ἐθέσπιζε, πολλῇ τῇ συνέσει ἐνταῦθα χρώμενος καὶ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ προσάπτων, τοῖς μὲν λοξὰ καὶ ἀμφίβολα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος, τοῖς δὲ καὶ πάνυ ἀσαφῆ· χρησμῳδικὸν γὰρ ἐδόκει αὐτῷ τοῦτο. τοὺς δὲ ἀπέτρεπεν ἢ προὔτρεπεν, ὡς ἄμεινον ἔδοξεν αὐτῷ εἰκάζοντι· τοῖς δὲ θεραπείας προὔλεγεν καὶ διαίτας, εἰδώς, ὅπερ ἐν ἀρχῇ ἔφην, πολλὰ καὶ χρήσιμα φάρμακα. μάλιστα δὲ εὐδοκίμουν παρʼ αὐτῷ αἱ κυτμίδες, ἀκόπου τι ὄνομα πεπλασμένον, ἐκ λίπους ἀρκείουαἰγεου β. συντεθειμένου.συντεθειμένου Bekker: συντεθειμένον MSS. τὰς μέντοι ἐλπίδας καὶ προκοπὰς καὶ κλήρων διαδοχὰς εἰσαῦθις ἀεὶ ἀνεβάλλετο, προστιθεὶς ὅτι ἔσται πάντα ὁπόταν ἐθελήσω ἐγὼ καὶ Ἀλέξανδρος ὁ προφήτης μου δεηθῇ καὶ εὔξηται ὑπὲρ ὑμῶν.
23
ἐτέτακτο δὲ ὁ μισθὸς ἐφʼ ἑκάστῳ χρησμῷ δραχμὴ καὶ δύʼ ὀβολώ. μὴ μικρὸν οἰηθῇς, ὦ ἑταῖρε, μηδʼ ὀλίγον γεγενῆσθαι τὸν πόρον τοῦτον, ἀλλʼ εἰς ἑπτὰ ἢ ὀκτὼ μυριάδας ἑκάστου ἔτους ἤθροιζεν, ἀνὰ δέκα καὶ πεντεκαίδεκα χρησμοὺς τῶν ἀνθρώπων ὑπὸ ἀπληστίας ἀναδιδόντων. λαμβάνων δὲ οὐκ αὐτὸς ἐχρῆτο μόνος οὐδʼ εἰς πλοῦτον ἀπεθησαύριζεν, ἀλλὰ πολλοὺς ἤδη περὶ αὑτὸν ἔχων συνεργοὺς καὶ ὑπηρέτας καὶ πευθῆνας καὶ χρησμοποιοὺς καὶ χρησμοφύλακας καὶ ὑπογραφέας καὶ ἐπισφραγιστὰς καὶ ἐξηγητάς, ἅπασιν ἔνεμεν ἑκάστῳ τὸ κατʼ ἀξίαν.
24
ἤδη δέ τινας καὶ ἐπὶ τὴν ἀλλοδαπὴν ἐξέπεμπεν, φήμας ἐμποιήσοντας τοῖς ἔθνεσιν ὑπὲρ τοῦ μαντείου καὶ διηγησομένους ὡς προείποι καὶ ἀνεύροι δραπέτας καὶ κλέπτας καὶ λῃστὰς ἐξελέγξειε καὶ θησαυροὺς ἀνορύξαι παράσχοι καὶ νοσοῦντας ἰάσαιτο, ἐνίους δὲ καὶ ἤδη ἀποθανόντας ἀναστήσειεν. δρόμος οὖν καὶ ὠθισμὸς ἁπανταχόθεν ἐγίγνετο καὶ θυσίαι καὶ ἀναθήματα, καὶ διπλάσια τῷ προφήτῃ καὶ μαθητῇ τοῦ θεοῦ. καὶ γὰρ αὖ καὶ οὗτος ἐξέπεσεν ὁ χρησμός· Τιέμεναι κέλομαι τὸν ἐμὸν θεράπονθʼ ὑποφήτην· οὐ γάρ μοι κτεάνων μέλεται ἄγαν, ἀλλʼ ὑποφήτου·