Thesauros Literature satire Ἀλέξανδρος ἢ Ψευδόμαντις

Ἀλέξανδρος ἢ Ψευδόμαντις

Ἀλέξανδρος ἢ Ψευδόμαντις Lucian of Samosata
35 ἐρομένῳ δὲ αὐτῷ ποτε καὶ περὶ γάμου ῥητῶς ἔφη· γῆμον Ἀλεξάνδρου τε Σεληναίης τε θύγατρα. διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός, ἣν εἶχεν, ἐκ Σελήνης αὐτῷ γενομένης· τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν, ὅπερ αὐτῇ ἔθος, κοιμωμένων ἐρᾶν τῶν καλῶν. ὁ δʼ οὐδὲν μελλήσας ὁ συνετώτατος Ῥουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ τὴν κόρην καὶ τοὺς γάμους συνετέλει ἑξηκοντούτης νυμφίος καὶ συνῆν, τὴν πενθερὰν Σελήνην ἑκατόμβαις ὅλαις ἱλασκόμενος καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι.
36 ὁ δʼ ὡς ἅπαξ τῶν ἐν Ἰταλίᾳ πραγμάτων ἐλάβετο, μείζω ἀεὶ προσεπενόει καὶ πάντοσε τῆς Ῥωμαίων ἀρχῆς ἔπεμπε χρησμολόγους, ταῖς πόλεσι προλέγων λοιμοὺς καὶ πυρκαϊὰς φυλάσσεσθαι καὶ σεισμούς· καὶ ἀσφαλῶς βοηθήσειν, ὡς μὴ γένοιτό τι τούτων, αὐτὸς ὑπισχνεῖτο αὐτοῖς. ἕνα δέ τινα χρησμόν, αὐτόφωνον καὶ αὐτόν, εἰς ἅπαντα τὰ ἔθνη ἐν τῷ λοιμῷ διεπέμψατο· ἦν δὲ τὸ ἔπος ἕν· Φοῖβος ἀκειρεκόμηςἀκερσεκόμης β. λοιμοῦ νεφέλην ἀπερύκει. καὶ τοῦτο ἦν ἰδεῖν τὸ ἔπος πανταχοῦ ἐπὶ τῶν πυλώνων γεγραμμένον ὡς τοῦ λοιμοῦ ἀλεξιφάρμακον. τὸ δʼ εἰς τοὐναντίον τοῖς πλείστοις προὐχώρει· κατὰ γάρ τινα τύχην αὗται μάλιστα αἱ οἰκίαι ἐκενώθησαν αἷς τὸ ἔπος ἐπεγέγραπτο. καὶ μή με νομίσῃς τοῦτο λέγειν, ὅτι διὰ τὸ ἔπος ἀπώλλυντο· ἀλλὰ τύχῃ τινὶ οὕτως ἐγένετο. τάχα δὲ καὶ οἱ πολλοὶ θαρροῦντες τῷ στίχῳ ἠμέλουν καὶ ῥᾳθυμότερον διῃτῶντο, οὐδὲν τῷ χρησμῷ πρὸς τὴν νόσον συντελοῦντες, ὡς ἂν ἔχοντες προμαχομένας αὑτῶν τὰς συλλαβὰς καὶ τὸν ἀκειρεκόμηνἀγερσεκόμην β. Φοῖβον ἀποτοξεύοντα τὸν λοιμόν.
37 Πευθῆνας μέντοι ἐν αὐτῇ Ῥώμῃ κατεστήσατο πάνυ πολλοὺς τῶν συνωμοτῶν, οἳ τὰς ἑκάστου γνώμας διήγγελλον αὐτῷ καὶ τὰς ἐρωτήσεις προεμήνυον καὶ ὧν μάλιστα ἐφίενται, ὡς ἕτοιμον αὐτὸν πρὸς τὰς ἀποκρίσεις καὶ πρὶν ἥκειν τοὺς πεμπομένους καταλαμβάνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme