21
οὐχ ἅπασαν· ἔτι γὰρ τὰ μέγιστα τῶν ἐπαίνων περιλείπεται. λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι μήτε ὑπὲρ τὸ ἀνθρώπινον μέτρον ἐπαρθῆναι πιστεύσασαν τῇ τύχῃ, φυλάττειν δὲ ἐπὶ τοῦ ἰσοπέδου ἑαυτὴν μηδὲν ἀπειρόκαλον ἢ φορτικὸν φρονοῦσαν καὶ τοῖς προσιοῦσιν δημοτικῶς τε καὶ ἐκ τοῦ ὁμοίου προσφέρεσθαι καὶ δεξιώσεις καὶ φιλοφροσύνας φιλοφρονεῖσθαι τοσούτῳ ἡδίους τοῖς προσομιλοῦσιν, ὅσῳ καὶ παρὰ μείζονος ὅμως γιγνόμεναι οὐδὲν τραγικὸν ἐμφαίνουσιν. ὡς ὁπόσοι τῷ μέγα δύνασθαι μὴ πρὸς ὑπεροψίαν, ἀλλὰ καὶ πρὸς εὐποιίαν ἐχρήσαντο, οὗτοι καὶ ἄξιοι μάλιστα τῶν παρὰ τῆς τύχης δοθέντων ἀγαθῶν ὤφθησαν, καὶ μόνοι ἂν οὗτοι δικαίως τὸ ἐπίφθονον διαφύγοιεν· οὐδεὶς γὰρ ἂν φθονήσειε τῷ ὑπερέχοντι, ἢν μετριάζοντα ἐπὶ τοῖς εὐτυχήμασιν αὐτὸν ὁρᾷ καὶ μὴ κατὰ τὴν τοῦ Ὁμήρου Ἄτην ἐκείνην ἐπʼ ἀνδρῶν κράατα βεβηκότα καὶ τὸ ὑποδεέστερον πατοῦντα· ὅπερ οἱ ταπεινοὶ τὰς γνώμας πάσχουσιν ἀπειροκαλίᾳ τῆς ψυχῆς·ψυχῆς Seager: τύχης MSS. ἐπειδὰν γὰρ αὐτοὺς ἡ τύχη μηδὲν τοιοῦτον ἐλπίσαντας ἄφνω ἀναβιβάσῃ εἰς πτηνόν τι καὶ μετάρσιον ὄχημα, οὐ μένουσιν ἐπὶ τῶν ὑπαρχόντων οὐδʼ ἀφορῶσιν κάτω, ἀλλὰ ἀεὶ πρὸς τὸ ἄναντες βιάζονται. τοιγαροῦν ὥσπερ ὁ Ἴκαρος, τακέντος αὐτοῖς τάχιστα τοῦ κηροῦ καὶ τῶν πτερῶν περιρρυέντων, γέλωτα ὀφλισκάνουσιν ἐπὶ κεφαλὴν εἰς πελάγη καὶ κλύδωνα ἐμπίπτοντες· ὅσοι δὲ κατὰ τὸν Δαίδαλον ἐχρήσαντο τοῖς πτεροῖς καὶ μὴ πάνυ ἐπήρθησαν, εἰδότες ὅτι ἐκ κηροῦ ἦν αὐτοῖς πεποιημένα, ἐταμιεύσαντο δὲ πρὸς τὸ ἀνθρώπινον τὴν φορὰν καὶ ἠγάπησαν ὑψηλότεροι μόνον τῶν κυμάτων ἐνεχθέντες, ὥστε μέντοι νοτίζεσθαι αὐτοῖς ἀεὶ τὰ πτερὰ καὶ μὴ παρέχειν αὐτὰ μόνῳ τῷ ἡλίῳ, οὗτοι δὲ ἀσφαλῶς τε ἅμα καὶ σωφρόνως διέπτησαν· ὅπερ καὶ ταύτην ἄν τις μάλιστα ἐπαινέσειε. τοιγαροῦν καὶ ἄξιον παρὰ πάντων ἀπολαμβάνει τὸν καρπόν, εὐχομένων ταῦτά τε αὐτῇ παραμεῖναι τὰ πτερὰ καὶ ἔτιἔτι Lehmann: ἐπὶ MSS. πλείω ἐπιρρεῖν τἀγαθά.