22
καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω· ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ οὖσα„ καλλίω δὲ καὶ ἐρασμιωτέρανκαλλίων and ἐρασμιωτέρα MSS., corrected by du Soul. ὑπʼ αὐτῷαὐτῷ vulg.: αὐτῶν MSS. τὴν ψυχὴν σκέπουσα. ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ, εὐδαιμονῆσαι, ὡς ἐπʼ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν αὐτόν· οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, χρυσείῃ μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν. γυναικῶν γὰρ συνόλως οὐκ ἄν τις παραβληθείη αὐτῇ οὐ δέμας οὐδὲ φυήν, φησὶν Ὅμηρος, οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα.
23
ἀληθῆ φής, ὦ Λυκῖνε· ὥστε εἰ δοκεῖ, ἀναμίξαντες ἤδη τὰς εἰκόνας, ἥν τε σὺ ἀνέπλασας τὴν τοῦ σώματος καὶ ἃς ἐγὼ τῆς ψυχῆς ἐγραψάμην, μίαν ἐξ ἁπασῶν συνθέντες εἰςεἰς Halm: not in MSS. βιβλίον καταθέμενοι παρέχωμεν ἅπασι θαυμάζειν τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐν ὑστέρῳ ἐσομένοις. μονιμωτέρα γοῦν τῶν Ἀπελλοῦ καὶ Παρρασίου καὶ Πολυγνώτου γένοιτʼ ἄν, καὶ αὐτῇ ἐκεινῇ παρὰ πολὺ τῶν τοιούτων κεχαρισμένη, ὅσῳ μὴ ξύλου καὶ κηροῦ καὶ χρωμάτων πεποίηται, ἀλλὰ ταῖς παρὰ Μουσῶν ἐπιπνοίαιςἐπιπνοίαις Jacobs: ἐπινοίαις MSS, εἴκασται, ἥπερ ἀκριβεστάτη εἰκὼν γένοιτʼ ἂν σώματος κάλλος καὶ ψυχῆς ἀρετὴν ἅμα ἐμφανίζουσα.