3
οὐκοῦν ἐπεὶ λίθου τοῦτό γε ὡς ἀληθῶς ἐποίησας οὔτε παρακολουθήσας οὔτε τὸν Σμυρναῖον ἐκεῖνον ἐρόμενος, ὅστις ἦν, κἂν τὸ εἶδος ὡς οἷόν τε ὑπόδειξον τῷ λόγῳ· τάχα γὰρ ἂν οὕτως γνωρίσαιμι.
3
ὁρᾷς ἡλίκον τοῦτο ᾔτησας; οὐ κατὰ λόγων δύναμιν, καὶ μάλιστά γε τῶν ἐμῶν, ἐμφανίσαι θαυμασίαν οὕτως εἰκόνα, πρὸς ἣν μόλις ἂν ἢ Ἀπελλῆς ἢ Ζεῦξις ἢ Παρράσιος ἱκανοὶ ἔδοξαν, ἢ εἴ τις Φειδίας ἢ Ἀλκαμένης· ἐγὼ δὲ λυμανοῦμαι τὸ ἀρχέτυπον ἀσθενείᾳ τῆς τέχνης.
3
ὅμως, ὦ Λυκῖνε, ποία τις τὴν ὄψιν; οὐ γὰρ ἐπισφαλὲς τὸ τόλμημα, εἰ φίλῳ ἀνδρὶ ἐπιδείξαις τὴν εἰκόνα, ὅπως ἂν τῆς γραμμῆς ἔχῃ.
3
καὶ μὴν ἀσφαλέστερον αὐτὸς ποιήσειν μοι δοκῶ τῶν παλαιῶν τινας ἐκείνων τεχνιτῶν παρακαλέσας ἐπὶ τὸ ἔργον, ὡς ἀναπλάσειάν μοι τὴν γυναῖκα.
3
πῶς τοῦτο φής; ἢ πῶς ἂν ἀφίκοιντό σοι πρὸ τοσούτων ἐτῶν ἀποθανόντες;
3
ῥᾳδίως, ἤνπερ σὺ μὴ ὀκνήσῃς ἀποκρίνασθαί τί μοι.
3
ἐρώτα μόνον.
4
ἐπεδήμησάς ποτε, ὦ Πολύστρατε, τῇ Κνιδίων;
4
καὶ μάλα.
4
οὐκοῦν καὶ τὴν Ἀφροδίτην εἶδες πάντως αὐτῶν;
4
νὴ Δία, τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον.
4
ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας, ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος καὶ λαθὼν ὑπολειφθεὶς ἐν ἱερῷ συγγένοιτο, ὡς δυνατὸν ἀγάλματι. τοῦτο μέντοιμέντοι Lehmann: μέν σοι MSS. ἄλλως ἱστορείσθω. σὺ δὲ — ταύτην γάρ, ὡς φής, εἶδες — ἴθι μοὶ καὶ τόδε ἀπόκριναι, εἰ καὶ τὴν ἐν κήποις Ἀθήνησι τὴν Ἀλκαμένους ἑώρακας.
4
ἦ πάντων γʼ ἄν, ὦ Λυκῖνε, ὁ ῥᾳθυμότατος ἦν, εἰ τὸ κάλλιστον τῶν Ἀλκαμένους πλασμάτων παρεῖδον.
4
ἐκεῖνο μέν γε, ὦ Πολύστρατε, οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις εἰς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν τεθέασαι.
4
εἶδον κἀκείνην πολλάκις.
4
ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς. τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπῄνεσας;
4
τί δʼ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ Φειδίας ἠξίωσε; καὶ νὴ Δία τὴν Ἀμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ.
5
τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστʼ οὐκέτʼ ἄλλων τεχνιτῶν δεήσει. φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρʼ ἑκάστης ἔχουσαν.
5
καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο;