Thesauros Literature satire Εἰκόνες

Εἰκόνες

Εἰκόνες Lucian of Samosata
16 οὐκοῦν ἐπειδὴ πάντων καλῶν παιδείαν ἡγεῖσθαι ἀνάγκη, καὶ μάλιστα τούτων ὁπόσα μελετητά, φέρε καὶ ταύτην ἤδη συστησώμεθα, ποικίλην μέντοι καὶ πολύμορφον, ὡς μηδὲ κατὰ τοῦτο ἀπολιποίμεθα τῆς σῆς πλαστικῆς. καὶ δὴ γεγράφθω πάντα συλλήβδην τὰ ἐκ τοῦ Ἑλικῶνος ἀγαθὰ ἔχουσα, οὐχ ὥσπερ ἡ Κλειὼ καὶ ἡ Πολύμνια καὶ ἡ Καλλιόπη καὶ αἱ ἄλλαι ἕν τι ἑκάστη ἐπισταμένη, ἀλλὰ τὰτὰ Lehmann: not in MSS. πασῶν καὶ προσέτι τὰ Ἑρμοῦ καὶ Ἀπόλλωνος. ὁπόσα γὰρ ἢ ποιηταὶ μέτροις διακοσμήσαντες ἢ ῥήτορες δεινότητι κρατύναντες ἐξενηνόχασιν ἢ συγγραφεῖς ἱστορήκασιν ἢ φιλόσοφοι παρῃνέκασι,παρῃνέκασι vulg.: παρῃνέγκασι MSS. πᾶσι τούτοις ἡ εἰκὼν κεκοσμήσθω, οὐκ ἄχρι τοῦ ἐπικεχρῶσθαι μόνον, ἀλλʼ εἰς βάθος δευσοποιοῖς τισι φαρμάκοις εἰς κόρον καταβαφεῖσα. καὶ συγγνώμη, εἰ μηδὲν ἀρχέτυπον ἐπιδεῖξαι ταύτης δυναίμην τῆς γραφῆς· οὐ γὰρ ἔσθʼ ὅ τι τοιοῦτον ἐν τοῖς πάλαι παιδείας πέρι μνημονεύεται. πλὴν ἀλλά, εἴ γε δοκεῖ, ἀνακείσθω καὶ αὕτη· οὐ μεμπτὴ γάρ, ὡς ἐμοὶ φαίνεται.
16 καλλίστη μὲν οὖν,οὖν Fritzche: not in MSS. ὦ Πολύστρατε, καὶ πάσαις ταῖς γραμμαῖς ἀπηκριβωμένη.
17 μετὰ δὲ ταύτην ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ· γραφεῖς δὲ καὶ δημιουργοὶ αὐτοῦ Αἰσχίνης Σωκράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχνιτῶν ἁπάντων, ὅσῳ καὶ μετʼ ἔρωτος ἔγραφον. τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμασιώτατος αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγμάτων καὶ ὀξύτητος εἰς τὰ πολιτικὰ καὶ ἀγχινοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ· πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ πινακίῳ ἐγέγραπτο, αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστιν.
17 πῶς τοῦτο φής;
17 ὅτι, ὦ Λυκῖνε, οὐκ ἰσομεγέθεις εἶναί φημι τὰς εἰκόνας ὁμοίας οὔσας· οὐ γὰρ ἴσον οὐδὲ ἐγγὺς Ἀθηναίων ἡ τότε πολιτεία καὶ ἡ παροῦσα τῶν Ῥωμαίων δύναμις. ὥστε εἰ καὶ τῇ ὁμοιότητι ἡ αὐτή, ἀλλὰ τῷ μεγέθει γε ἀμείνων αὕτη ὡς ἂν ἐπὶ πλατυτάτου πίνακος καταγεγραμμένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme