Thesauros Literature satire Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων Lucian of Samosata
19 καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου; ὅπου γε καὶ εἰ ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον. ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, οὐδὲ Πολυδεύκεος βίαν φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος; ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε· μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν. καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, ὁ μὲν ἐπὶ τῇ ἀλκῇ, ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ μάλιστα τῷ ᾄσματι. μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου.
20 ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως. ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme