55
λέξω δὲ καὶ τῶν πανηγυριστέων τὰ ἕκαστοι ποιέουσιν. ἀνὴρ εὖτʼ ἂν ἐς τὴν ἱρὴν πόλιν πρῶτον ἀπικνέηται,ἀπικνέηται Werfer: ἀπικνέεται MSS. κεφαλὴν μὲν ὅδε καὶ ὀφρύας ἐξύρατο, μετὰ δὲ ἱρεύσας ὄϊν τὰ μὲν ἄλλα κρεουργέει τε καὶ εὐωχέεται, τὸ δὲ νάκος χαμαὶ θέμενος ἐπὶ τούτου ἐς γόνυ ἕζεται, πόδας δὲ καὶ κεφαλὴν τοῦ κτήνεος ἐπὶ τὴν ἑωυτοῦ κεφαλὴν ἀναλαμβάνει· ἅμα δὲ εὐχόμενος αἰτέει τὴν μὲν παρεοῦσαν θυσίην δέκεσθαι, μέζω δὲ ἐσαῦτις ὑπισχνέεται. τελέσας δὲ ταῦτα, τὴν κεφαλὴν αὐτοῦ τε στέφεται καὶ τῶν ἄλλων ὁκόσοι τὴν αὐτὴν ὁδὸν ἀπικνέονται, ἄρας δὲ ἀπὸ τῆς ἑωυτοῦ ὁδοιπορέει, ὕδασί τε ψυχροῖσι χρεόμενος λουτρῶν τε καὶ πόσιος εἵνεκα καὶ ἐς πάμπαν χαμοκοιτέων· οὐ γάρ οἱ εὐνῆς ἐπιβῆναι ὅσιον πρὶν τήν τε ὁδὸν ἐκτελέσαι καὶ ἐς τὴν ἑωυτοῦ αὖτις ἀπικέσθαι.
56
ἐν δὲ τῇ ἱρῇ πόλει ἐκδέκεταί μιν ἀνὴρ ξεινοδόκος ἀγνοέοντα· ῥητοὶ γὰρ δὴ ὦν ἑκάστης πόλιος αὐτόθι ξεινοδόκοι εἰσίν, καὶ τόδε πατρόθεν οἴκοι δέκονται. καλέονται δὲ ὑπὸ Ἀσσυρίων οἵδε διδάσκαλοι, ὅτι σφίσι πάντα ὑπηγέονται.
57
θύουσι δὲ οὐκ ἐν αὐτῷ τῷ ἱρῷ, ἀλλʼ ἐπεὰν παραστήσῃ τῷ βωμῷ τὸ ἱρήιον, ἐπισπείσας αὖτις ἄγει ζῳὸν ἐς τὰ οἰκεῖα, ἐλθὼν δὲ κατʼ ἑωυτὸν θύει τε καὶ εὔχεται.
58
ἔστιν δὲ καὶ ἄλλης θυσίης τρόπος τοιόσδε. στέψαντες τὰ ἱρήια, ζῳὰ ἐκ τῶν προπυλαίων ἀπιᾶσιν, τὰ δὲ κατενεχθέντα θνήσκουσιν. ἔνιοι δὲ καὶ παῖδας ἑωυτῶν ἐντεῦθεν ἀπιᾶσιν, οὐκ ὁμοίως τοῖς κτήνεσιν, ἀλλʼ ἐς πήρην ἐνθέμενοι χειρὶ κατάγουσιν, ἅμα δὲ αὐτέοισιν ἐπικερτομέοντες λέγουσιν ὅτι οὐ παῖδες, ἀλλὰ βόες εἰσίν.
59
στίζονται δὲ πάντες, οἱ μὲν ἐς καρπούς, οἱ δὲ ἐς αὐχένας· καὶ ἀπὸ τοῦδε ἅπαντες Ἀσσύριοι στιγματηφορέουσιν.