11
ἱστορέοντι δέ μοι ἐτέων πέρι, ὁκόσα τῷ ἱρῷ ἐστιν, καὶ τὴν θεὸν αὐτοὶ ἥντινα δοκέουσιν, πολλοὶ λόγοι ἐλέγοντο, τῶν οἱ μὲν ἱροί, οἱ δὲ ἐμφανέες, οἱ δὲ κάρτα μυθώδεες, καὶ ἄλλοι βάρβαροι, οἱ μὲν τοῖσιν Ἕλλησιν ὁμολογέοντες· τοὺς ἐγὼ πάντας μὲν ἐρέω, δέκομαι δὲ οὐδαμά.
12
οἱ μὲν ὦν πολλοὶ Δευκαλίωνα τὸν ΣκύθεαΣισύθεα Buttmann. τὸ ἱρὸν εἵσασθαι λέγουσιν, τοῦτον Δευκαλίωνα ἐπὶ τοῦ τὸ πολλὸν ὕδωρ ἐγένετο. Δευκαλίωνος δὲ πέρι λόγον ἐν Ἕλλησιν ἤκουσα, τὸν Ἕλληνες ἐπʼ αὐτῷ λέγουσιν. ὁ δὲ μῦθος ὧδε ἔχει.
12
ἥδε ἡ γενεή, οἱ νῦν ἄνθρωποι, οὐ πρῶτοι ἐγένοντο, ἀλλʼ ἐκείνη μὲν ἡ γενεὴ πάντες ὤλοντο, οὗτοι δὲ γένεος τοῦ δευτέρου εἰσί, τὸ αὖτις ἐκ Δευκαλίωνος ἐς πληθὺν ἀπίκετο. ἐκείνων δὲ πέρι τῶν ἀνθρώπων τάδε μυθέονται· ὑβρισταὶ κάρτα ἐόντες ἀθέμιστα ἔργα ἔπρησσον, οὔτε γὰρ ὅρκια ἐφύλασσον οὔτε ξείνους ἐδέκοντο οὔτε ἱκετέων ἠνείχοντο, ἀνθʼ ὧν σφίσιν ἡ μεγάλη συμφορὴ ἀπίκετο. αὐτίκα ἡ γῆ πολλὸν ὕδωρ ἐκδιδοῖ καὶ ὄμβροι μεγάλοι ἐγένοντο καὶ οἱ ποταμοὶ κατέβησαν μέζονες καὶ ἡ θάλασσα ἐπὶ πολλὸν ἀνέβη, ἐς ὃ πάντα ὕδωρ ἐγένοντο καὶ πάντες ὤλοντο, Δευκαλίων δὲ μοῦνος ἀνθρώπων ἐλίπετο ἐς γενεὴν δευτέρην εὐβουλίης τε καὶ τοῦ εὐσεβέος εἵνεκα. ἡ δέ οἱ σωτηρίη ἥδε ἐγένετο· λάρνακα μεγάλην, τὴν αὐτὸς εἶχεν, ἐς ταύτην ἐσβιβάσας παῖδάς τε καὶ γυναῖκας ἑωυτοῦ ἐσέβη· ἐσβαίνοντι δέ οἱ ἀπίκοντο σύες καὶ ἵπποι καὶ λεόντων γένεα καὶ ὄφιες καὶ ἄλλα ὁκόσα ἐν γῇ νέμονται, πάντα ἐς ζεύγεα. ὁ δὲ πάντα ἐδέκετο, καί μιν οὐκ ἐσίνοντο, ἀλλά σφι μεγάλη διόθεν φιλίη ἐγένετο. καὶ ἐν μιῇ λάρνακι πάντες ἔπλευσαν ἔστε τὸ ὕδωρ ἐπεκράτεεν. τὰ μὲν Δευκαλίωνος πέρι Ἕλληνες ἱστορέουσι.
13
τὸ δὲ ἀπὸ τούτου λέγεται λόγος ὑπὸ τῶν ἐν τῇ ἱρῆ πόλει μεγάλως ἄξιος θωυμάσαι, ὅτι ἐν τῇ σφετέρῃ χώρῃ χάσμα μέγα ἐγένετο καὶ τὸ σύμπαν ὕδωρ κατεδέξατο· Δευκαλίων δέ, ἐπεὶ τάδε ἐγένετο, βωμούς τε ἔθετο καὶ νηὸν ἐπὶ τῷ χάσματι Ἥρης ἅγιον ἐστήσατο. ἐγὼ δὲ καὶ τὸ χάσμα εἶδον, καὶ ἔστιν ὑπὸ τῷ νηῷ κάρτα μικρόν. εἰ μὲν ὦν πάλαι καὶ μέγα ἐὸν νῦν τοιόνδε ἐγένετο, οὐκ οἶδα· τὸ δὲ ἐγὼ εἶδον, μικρόν ἐστιν.