13
σῆμα δὲ τῆς ἱστορίης τόδε πρήσσουσιν. δὶς ἑκάστου ἔτεος ἐκ θαλάσσης ὕδωρ ἐς τὸν νηὸν ἀπικνέεται. φέρουσι δὲ οὐκ ἱρέες μοῦνον, ἀλλὰ πᾶσα Συρίη καὶ Ἀραβίη, καὶ πέρηθεν τοῦ Εὐφρήτεω πολλοὶ ἄνθρωποι ἐς θάλασσαν ἔρχονται καὶ πάντες ὕδωρ φέρουσιν, τὸ πρῶτα μὲν ἐν τῷ νηῷ ἐκχέουσι, μετὰ δὲ ἐς τὸ χάσμα κατέρχεται, καὶ δέκεται τὸ χάσμα μικρὸν ἐὸν ὕδατος χρῆμα πολλόν. τὰ δὲ ποιέοντες Δευκαλίωνα ἐν τῷ ἱρῷ τόνδε νόμον θέσθαι λέγουσι συμφορῆς τε καὶ εὐεργεσίης μνῆμα ἔμμεναι.
13
Ὁ μὲν ὦν ἀρχαῖος αὐτοῖσι λόγος ἀμφὶ τοῦ ἱροῦ τοιόσδε ἐστίν.
14
ἄλλοι δὲ Σεμίραμιν τὴν Βαβυλωνίην, τῆς δὴ πολλὰ ἔργα ἐν τῇ Ἀσίῃ ἐστίν, ταύτην καὶ τόδε τὸ ἕδος εἵσασθαι νομίζουσιν, οὐκ Ἥρῃ δὲ εἵσασθαι ἀλλὰ μητρὶ ἑωυτῆς, τῆς Δερκετὼ οὔνομα. Δερκετοῦς δὲ εἶδος ἐν Φοινίκῃ ἐθεησάμην, θέημα ξένον· ἡμισέη μὲν γυνή, τὸ δὲ ὁκόσον ἐκ μηρῶν ἐς ἄκρους πόδας ἰχθύος οὐρὴ ἀποτείνεται. ἡ δὲ ἐν τῇ ἱρῇ πόλει πᾶσα γυνή ἐστιν, πίστιες δὲ τοῦ λόγου αὐτοῖσιν οὐ κάρτα ἐμφανέες. ἰχθύας χρῆμα ἱρὸν νομίζουσιν καὶ οὔκοτε ἰχθύων ψαύουσι· καὶ ὄρνιθας τοὺς μὲν ἄλλους σιτέονται, περιστερὴν δὲ μούνην οὐ σιτέονται, ἀλλὰ σφίσιν ἥδε ἱρή. τὰ δὲ γιγνόμενα δοκέει αὐτοῖς ποιέεσθαι Δερκετοῦς καὶ Σεμιράμιος εἵνεκα, τὸ μὲν ὅτι Δερκετὼ μορφὴν ἰχθύος ἔχει, τὸ δὲ ὅτι τὸ Σεμιράμιος τέλος ἐς περιστερὴν ἀπίκετο. ἀλλʼ ἐγὼ τὸν μὲν νηὸν ὅτι Σεμιράμιος ἔργον ἐστὶν τάχα κου δέξομαι· Δερκετοῦς δὲ τὸ ἱρὸν ἔμμεναι οὐδαμὰ πείθομαι, ἐπεὶ καὶ παρʼ Αἰγυπτίων ἐνίοισιν ἰχθύας οὐ σιτέονται, καὶ τάδε οὐ Δερκετοῖ χαρίζονται.