31
θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ καὶ προΐασιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν.
31
ἔχω σε, ὦ Κάνθαρε. νῦν σιωπᾷς; φέρʼ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ ἄρτου τρύφος.Γ has double points after ἔχει and τρύφος, but the fact that μὴ θαυμάσῃς is addressed to one person favours running the speech on rather than (e.g.) giving θέρμους . . . τρύφος to ΔΕΣΠΟΤΗΣ B. οὐ μὰ Δίʼ, ἀλλὰ ζώνην χρυσίου.
31
μὴ θαυμάσῃς· κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίππειος ἀκριβῶς ἐστιν.ἀκριβῶς ἐστιν Double point in Γ. τοιγαροῦν Κλεάνθην οὐκ εἰς μακρὰν αὐτὸν ὄψει· κρεμήσεται γὰρ ἀπὸ τοῦ πώγωνος οὕτω μιαρὸς ὤν.
32
σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις;τυγχάνεις Γ1: τυγχάνεις ὤν Γ2, cett., Cf. Plato, Gorg., 502 B and Rep. 369 B, cited by Goodwin, G. M. T., § 902, and references in F. Karsten, de Ellipseos Usu Luc. (1889), p. 36, including from Lucian Eun., 2, Abd., 15, Vit. Auct., 19; cf. also below, Eun., 8. οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ.
32
ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν;
32
Οὐδαμῶς, ἀλλʼ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι.
32
ὅτι τί;
32
ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δʼ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν.
32
Ἡράκλεις ἀλεξίκακε, ἀκούεις; ἔπειτα πήρα καὶ βάκτρον. — καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ.
32
μηδαμῶς. οὐκ ἂν ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν.
32
πῶς βιβλίον;
32
ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον.
32
Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης.καὶ Τριφάλης MSS. add ὁ (not in N) τῶν κωμικῶν εἶς, which I excise as a patent gloss, and a mistaken one.
33
σόν, ὦ Ἑρμῆ, δικάζειν τὸ μετὰ τοῦτο.