Thesauros Literature satire Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία

Τόξαρις ἢ Φιλία Lucian of Samosata
16 ἀμελούμενος οὖν ὁ Δεινίας οὐχ ὑπὸ τῆς Χαρικλείας μόνον ἀλλὰ καὶ ὑπὸ τῶν κολάκων (κἀκεῖνοι γὰρ ἐπὶ τὸν Κρῆτα ἤδη τὸν ἐρώμενον μετεληλύθεσαν) ἔρχεται παρὰ τὸν Ἀγαθοκλέα καὶ πάλαι εἰδότα ὡς ἔχοι πονηρῶς τὰ πράγματα αὐτῷ, καὶ αἰδούμενος τὸ πρῶτον ὅμως διηγεῖτο πάντα — τὸν ἔρωτα, τὴν ἀπορίαν, τὴν ὑπεροψίαν τῆς γυναικός, τὸν ἀντεραστὴν τὸν Κρῆτα, καὶ τέλος ὡς οὐ βιώσεται μὴ οὐχὶ συνὼν τῇ Χαρικλείᾳ. ὁ δὲ ἄκαιρον εἶναι νομίσας ἐν τούτῳ ἀπομνημονεύειν τῷ Δεινίᾳ διότι οὐ προσίετο μόνον αὐτὸν τῶν φίλων ἀλλὰ τοὺς κόλακας αὐτοῦ προετίμα τότε, ἣν μόνον εἶχεν πατρῴαν οἰκίαν ἐν Σάμῳ ἀπεμπολήσας ἧκεν αὐτῷ τὴν τιμὴν κομίζων, τρία τάλαντα.
16 λαβὼν δὲ ὁ Δεινίας οὐκ ἀφανὴς εὐθὺς ἦν τῇ Χαρικλείᾳ καλός ποθεν αὖθις γεγενημένος, καὶ αὖθις ἡ ἅβρα καὶ τὰ γραμματεῖα, καὶ μέμψις ὅτι μὴ πολλοῦ χρόνου ἀφίκετο, καὶ οἱ κόλακες συνέθεον ἐπικαλαμησόμενοι, ὁρῶντες ἐδώδιμον ἔτι ὄντα τὸν Δεινίαν.
17 ὡς δὲ ὑπέσχετο ἥξειν παρʼ αὐτὴν καὶ ἧκε περὶ πρῶτον ὕπνον καὶ ἔνδον ἦν, ὁ Δημῶναξ, ὁ τῆς Χαρικλείας ἀνήρ, εἴτε ἄλλως αἰσθόμενος εἴτε καὶ ἀπὸ συνθήματοςσυνθήματος B: συνθέματος Γ: συνθήκης Ν. τῆς γυναικός (ἄμφω γὰρ λέγεται) ἐπαναστὰς ὥσπερ ἐκ λόχου τήν τε αὔλειον ἀποκλείειν ἐκέλευεν καὶ συλλαμβάνειν τὸν Δεινίαν, πῦρ καὶ μάστιγας ἀπειλῶν καὶ ξίφος ὡς ἐπὶ μοιχὸν σπασάμενος.
17 ὁ δὲ συνιδὼν οὗ κακῶν ἦν, μοχλόν τινα πλησίον κείμενον ἁρπάσας αὐτόν τε ἀποκτείνει τὸν Δημώνακτα, πατάξας εἰς τὸν κρόταφον, καὶ τὴν Χαρίκλειαν, οὐ μιᾷ πληγῇ ταύτην, ἀλλὰ καὶ τῷ μοχλῷ πολλάκις καὶ τῷ ξίφει τοῦ Δημώνακτος ὕστερον. οἱ δʼ οἰκέται τέως μὲν ἑστήκεσαν ἄφωνοι, τῷ παραδόξῳ τοῦ πράγματος ἐκπεπληγμένοι, εἶτα πειρώμενοι συλλαμβάνειν, ὡς καὶ αὐτοῖς ἐπῄει μετὰ τοῦ ξίφους, ἐκεῖνοι μὲν ἔφευγον, ὁ Δεινίας δὲ ὑπεξέρχεταιὑπεξέρχεται NB: ὑπέρχεται ΓC, ἐξέρχεται M. τηλικοῦτον ἔργον εἰργασμένος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme